DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
65

ταῦτα τοῦ Οὐλπιανοῦ εἰπόντος ἐπιμαρτυρῶν Λαρήνσιος καὶ συγκατατιθέμενος τῷ λόγῳ ἔφη τὸν Μάριον τῶν ζῴων τούτων δορὰς εἰς τὴν Ῥώμην ἀναπεπομφέναι, ἃς μηδένα εἰκάσαι δεδυνῆσθαι τίνος εἰσὶ διὰ τὸ παράδοξον τῆς ὄψεως· ἀνατεθεῖσθαί τε τὰς δορὰς ταύτας ἐν τῷ τοῦ Ἡρακλέους ἱερῷ, ἐν οἱ τοὺς θριάμβους κατάγοντες στρατηγοὶ ἑστιῶσι τοὺς πολίτας, καθάπερ πολλοὶ τῶν ἡμεδαπῶν ποιηταὶ καὶ συγγραφεῖς εἰρήκασιν· ὑμεῖς οὖν, γραμματικοί, κατὰ τὸν Βαβυλώνιον Ἡρόδικον, μηδὲν τῶν τοιούτων ἱστοροῦντες, φεύγετʼ, Ἀριστάρχειοι, ἐπʼ εὐρέα νῶτα θαλάττης Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος, γωνιοβόμβυκες, μονοσύλλαβοι, οἷσι μέμηλε τὸ σφὶν καὶ σφῶιν καὶ τὸ μὶν ἠδὲ τὸ νίν. τοῦθʼ ὑμῖν εἴη δυσπέμφελον· Ἡροδίκῳ δὲ Ἑλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβυλών. κατὰ γὰρ τὸν κωμῳδιοποιὸν Ἀναξανδρίδην· ἡδονὴν ἔχει, ὅταν τις εὕρῃ καινὸν ἐνθύμημά τι, δηλοῦν ἅπασιν· οἱ δʼ ἑαυτοῖσιν σοφοὶ πρῶτον μὲν οὐκ ἔχουσι τῆς τέχνης κριτήν, εἶτα φθονοῦνται. χρὴ γὰρ εἰς ὄχλον φέρειν ἅπανθʼ ὅσʼ ἄν τις καινότητʼ ἔχειν δοκῇ. ἐπὶ τούτοις τοῖς λόγοις ἀναχωροῦντες οἱ πολλοὶ λεληθότως διέλυσαν τὴν συνουσίαν.
Kaibel Index Scriptorum
ANAXANDRIDES
HERODICVS

Kaibel Dialogi Personae
LARENSIS

Meineke Index Scriptorum
Anaxandrides
Herodicus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License