DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
61

ἀλλὰ μὴν οὐδʼ ὧν Πλάτων εἴρηκε περὶ Σωκράτους τῶν κωμικῶν τις εἴρηκεν, οὔθʼ ὅτι μαίας βλοσυρᾶς υἱὸς ἦν οὔθʼ ὅτι Ξανθίππη χαλεπὴ ἦν γυνή, ἥτις καὶ νιπτῆρας αὐτοῦ κατέχει τῆς κεφαλῆς, οὔθʼ ὡς Ἀλκιβιάδῃ συνεκοιμήθη ὑπὸ τὴν αὐτὴν γενόμενος χλαῖναν καίτοι ἀναγκαῖον ἦν τοῦτο ἐκκωδωνισθῆναι ὑπὸ Ἀριστοφάνους τοῦ καὶ ἐν τῷ συμποσίῳ κατὰ Πλάτωνα· οὐ γὰρ ἂν ἐσίγησε τοῦτʼ Ἀριστοφάνης ... ὡς τοὺς νέους διαφθείροντος. Ἀσπασία μέντοι σοφὴ τοῦ Σωκράτους διδάσκαλος τῶν ῥητορικῶν λόγων ἐν τοῖς φερομένοις ὡς αὐτῆς ἔπεσιν, ἅπερ Ἡρόδικος Κρατήτειος παρέθετο, φησὶν οὕτως· Σώκρατες, οὐκ ἔλαθές με πόθῳ δηχθεὶς φρένα τὴν σὴν παιδὸς Δεινομάχης καὶ Κλεινίου. ἀλλʼ ὑπάκουσον, εἰ βούλει σοι ἔχειν εὖ παιδικά· μηδʼ ἀπιθήσῃς ἀγγέλῳ, ἀλλὰ πιθοῦ· καί σοι πολὺ βέλτιον ἔσται. κἀγὼ ὅπως ἤκουσα, χαρᾶς ὕπο σῶμα λιπάνθη ἱδρῶτι, βλεφάρων δὲ γόος πέσεν οὐκ ἀθελήτῳ. στέλλου πλησάμενος θυμὸν Μούσης κατόχοιο, τόνδʼ αἱρήσεις, ὠσὶν δʼ ἐνίει ποθέουσιν· ἀμφοῖν γὰρ φιλίας ἥδʼ ἀρχή· τῇδε καθέξεις αὐτόν, προσβάλλων ἀκοαῖς ὀπτήρια θυμοῦ. κυνηγεῖ οὖν καλὸς Σωκράτης ἐρωτοδιδάσκαλον ἔχων τὴν Μιλησίαν, ἀλλʼ οὐκ αὐτὸς θηρεύεται, ὡς Πλάτων ἔφη, λινοστατούμενος ὑπὸ Ἀλκιβιάδου. καὶ μὴν οὐ διαλείπει γε κλαίων ὡς ἄν, οἶμαι, δυσημερῶν. ἰδοῦσα γὰρ αὐτὸν ἐν οἵῳ ἦν καταστήματι Ἀσπασία φησίν· τίπτε δεδάκρυσαι, φίλε Σώκρατες; σʼ ἀνακινεῖ στέρνοις ἐνναίων σκηπτὸς πόθος ὄμμασι θραυσθεὶς παιδὸς ἀνικήτου; τὸν ἐγὼ τιθασόν σοι ὑπέστην ποιῆσαι. ὅτι δὲ ὄντως ἤρα τοῦ Ἀλκιβιάδου δῆλον ποιεῖ Πλάτων ἐν τῷ Πρωταγόρᾳ, καίτοι μικρὸν ἀπολείποντος τῶν τριάκοντα ἐτῶν. λέγει δʼ οὕτως· πόθεν, Σώκρατες, φαίνει; δηλαδὴ ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν; καὶ μήν μοι καὶ πρώην ἰδόντι καλὸς ἐφαίνετο ἀνὴρ ἔτι· ἀνὴρ μέντοι, Σώκρατες, ὥς γε ἐν ἡμῖν αὐτοῖς εἰρῆσθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος. εἶτα τί δὴ τοῦτʼ; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, ὃς ἔφη χαριεστάτην ἥβην εἶναι τοῦ ὑπηνήτου, ἣν νῦν Ἀλκιβιάδης αὐτὸς ἔχει.
Kaibel Dialogi Personae
MASVRIVS

Meineke Index Scriptorum
Aspasiae
Herodicus
Plato

Aeschines

Alignment

 

Digital Athenaeus Project     Creative Commons License