DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
6

πάντα δʼ ὢν ἀκριβὴς Ὅμηρος καὶ τὸ μικρὸν τοῦτο οὐ παρέλιπε τὸ δεῖν θεραπεύσαντα τὸ σωμάτιον καὶ λουσάμενον ἰέναι πρὸς τὸ δεῖπνον. ἐπὶ γοῦν τοῦ Ὀδυσσέως εἶπε πρὸ τῆς παρὰ Φαίαξι θοίνης· αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἄνωγεν. ἐπὶ δὲ τῶν περὶ Τηλέμαχον· ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο. ἀπρεπὲς γὰρ ἦν, φησὶν Ἀριστοτέλης, ἥκειν εἰς τὸ συμπόσιον σὺν ἱδρῶτι πολλῷ καὶ κονιορτῷ. δεῖ γὰρ τὸν χαρίεντα μήτε ῥυπᾶν μήτε αὐχμεῖν μήτε βορβόρῳ χαίρειν καθʼ Ἡράκλειτον δεῖ δὲ καὶ τὸν πρῶτον εἰς ἀλλοτρίαν οἰκίαν ἐρχόμενον ἐπὶ δεῖπνον μὴ γαστρισόμενον εὐθὺς ἐπὶ τὸ συμπόσιον χωρεῖν, ἀλλά τι δοῦναι πρότερον τῷ φιλοθεάμονι καὶ κατανοῆσαι τὴν οἰκίαν. οὐδὲ γὰρ τοῦτο παρέλιπεν ποιητής· αὐτοὶ δʼ εἰσῆλθον θεῖον δόμον· οἳ δὲ ἰδόντες θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος. ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο. καὶ Ἀριστοφάνης ἐν Σφηξὶ ποιεῖ τὸν ἄγριον γέροντα καὶ φιλοδικαστὴν καταρρυθμιζόμενον εἰς βίον ἥμερον ὑπὸ τοῦ παιδός· παῦʼ· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός. διδάξας τε αὐτὸν ὡς δεῖ κατακλίνεσθαί φησιν· ἔπειτʼ ἐπαίνεσόν τι τῶν χαλκωμάτων, ὀροφὴν θέασαι, κρεκάδιʼ αὐλῆς θαύμασον.
Kaibel Dialogi Personae
MASVRIVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License