DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
59

ἀλλὰ μὴν καὶ ἐν τῷ Πρωταγόρᾳ διάλογος, μετὰ τὴν Ἱππονίκου τελευτὴν γενόμενος παρειληφότος ἤδη τὴν οὐσίαν Καλλίου, τοῦ Πρωταγόρου μέμνηται παραγεγονότος τὸ δεύτερον οὐ πολλαῖς πρότερον ἡμέραις δʼ Ἱππόνικος ἐπὶ μὲν Εὐθυδήμου ἄρχοντος στρατηγῶν παρατέτακται μετὰ Νικίου πρὸς Ταναγραίους καὶ τοὺς παραβοηθοῦντας Βοιωτῶν καὶ τῇ μάχῃ νενίκηκε. τέθνηκε δὲ πρὸ τῆς ἐπʼ Ἀλκαίου διδασκαλίας τῶν Εὐπόλιδος Κολάκων οὐ πολλῷ χρόνῳ κατὰ τὸ εἰκός. πρόσφατον γάρ τινα τοῦ Καλλίου τὴν παράληψιν τῆς οὐσίας ἐμφαίνει τὸ δρᾶμα. ἐν οὖν τούτῳ τῷ δράματι Εὔπολις τὸν Πρωταγόραν ὡς ἐπιδημοῦντα εἰσάγει, Ἀμειψίας δʼ ἐν τῷ Κόννῳ δύο πρότερον ἔτεσιν διδαχθέντι οὐ καταριθμεῖ αὐτὸν ἐν τῷ τῶν φροντιστῶν χορῷ. δῆλον οὖν ὡς μεταξὺ τούτων τῶν χρόνων παραγέγονεν. δὲ Πλάτων καὶ τὸν Ἠλεῖον Ἱππίαν συμπαρόντα ποιεῖ ἐν τῷ Πρωταγόρᾳ μετά τινων ἰδίων πολιτῶν, οὓς οὐκ εἰκὸς ἐν Ἀθήναις ἀσφαλῶς διατρίβειν πρὸ τοῦ τὰς ἐνιαυσίας ἐπὶ Ἰσάρχου τοῦ Ἐλαφηβολιῶνος συντελεσθῆναι σπονδάς. δὲ τὸν διάλογον ὑφίσταται γινόμενον περὶ τοὺς καιροὺς τούτους καθʼ οὓς αἱ σπονδαὶ προσφάτως ἐγεγόνεσαν· λέγει γοῦν· εἰ γὰρ εἶεν ἄνθρωποι ἄγριοι οἵους πέρυσι Φερεκράτης ποιητὴς ἐδίδαξεν ἐπὶ Ληναίῳ. ἐδιδάχθησαν δὲ οἱ Ἄγριοι ἐπʼ Ἀριστίωνος ἄρχοντος, ἀφʼ οὗ ἐστιν ἄρχων Ἀστύφιλος, πέμπτος ὢν ἀπὸ Ἰσάρχου, καθʼ ὃν αἱ σπονδαὶ ἐγένοντο. Ἴσαρχος γάρ, εἶτʼ Ἀμεινίας, μεθʼ ὃν Ἀλκαῖος, εἶτʼ Ἀριστίων, εἶτʼ Ἀστύφιλος. παρὰ τὴν ἱστορίαν οὖν Πλάτων ἐν τῷ διαλόγῳ εἰς τὰς Ἀθήνας παράγει πολεμίους ὄντας τοὺς περὶ τὸν Ἱππίαν, μὴ τῆς ἐκεχειρίας αὐτῆς μενούσης.
Kaibel Dialogi Personae
MASVRIVS

Meineke Index Scriptorum
Amipsias
Eupolis
Pherecrates
Plato

Alignment

 

Digital Athenaeus Project     Creative Commons License