DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
58

ὡς ἐν τῷ Γοργίᾳ γράφων φησίν· ἄθλιος ἄρα οὗτος Ἀρχέλαός ἐστι κατὰ τὸν σὸν λόγον. εἴπερ γε, φίλε, ἄδικος. εἶτα ῥητῶς εἰπὼν ὡς κατέχοντος τὴν Μακεδόνων ἀρχὴν Ἀρχελάου προβὰς γράφει τάδε· καὶ Περικλέα τοῦτον τὸν νεωστὶ τετελευτηκότα. εἰ δὲ νεωστὶ τετελεύτηκε Περικλῆς, Ἀρχέλαος οὔπω κύριός ἐστι τῆς ἀρχῆς· εἰ δʼ οὗτος βασιλεύει, πρὸ πολλοῦ πάνυ χρόνου ἀπέθανε Περικλῆς. Περδίκκας τοίνυν πρὸ Ἀρχελάου βασιλεύει, ὡς μὲν Ἀκάνθιός φησιν Νικομήδης, ἔτη μαʹ, Θεόπομπος δὲ λεʹ, Ἀναξιμένης μʹ, Ἱερώνυμος κηʹ, Μαρσύας δὲ καὶ Φιλόχορος κγʹ. τούτων οὖν διαφόρως ἱστορουμένων λάβωμεν τὸν ἐλάχιστον ἀριθμὸν τὰ κγʹ ἔτη. Περικλῆς δʼ ἀποθνῄσκει κατὰ τὸ τρίτον ἔτος τοῦ Πελοποννησιακοῦ πολέμου ἄρχοντος Ἐπαμείνονος, ἐφʼ οὗ τελευτᾷ ..... Περδίκκας καὶ τὴν βασιλείαν Ἀρχέλαος διαδέχεται. πῶς οὖν νεωστὶ κατὰ Πλάτωνα τελευτᾷ Περικλῆς; ἐν δὲ τῷ αὐτῷ Γοργίᾳ Πλάτων τὸν Σωκράτη ποιεῖ λέγοντα· καὶ πέρυσιν βουλεύειν λαχών, ἐπειδὴ φυλὴ ἐπρυτάνευε καὶ ἔδει με ἐπιψηφίζειν, γέλωτα παρεῖχον καὶ οὐκ ἠδυνάμην ἐπιψηφίσαι. τοῦτο Σωκράτης οὐ κατὰ ἀδυναμίαν ἐποίησεν, ἀλλὰ μᾶλλον κατὰ ἀνδραγαθίαν· οὐ γὰρ ἠβούλετο λύειν δημοκρατίας νόμους. παρίστησι δὲ τοῦτο σαφῶς Ξενοφῶν ἐν πρώτῳ Ἑλληνικῶν ἐκτιθεὶς οὕτως· τῶν δὲ πρυτάνεών τινων οὐ φασκόντων προθήσειν τὴν διαψήφισιν παρὰ τοὺς νόμους, αὖθις Καλλίξεινος ἀναβὰς κατηγόρει αὐτῶν. οἳ δὲ ἐβόων καλεῖν τοὺς οὐ φάσκοντας· οἱ δὲ πρυτάνεις φοβηθέντες ὡμολόγουν ἅπαντες προθήσειν πλὴν Σωκράτους τοῦ Σωφρονίσκου. οὗτος δὲ οὐκ ἔφη, ἀλλὰ κατὰ τοὺς νόμους πάντα ποιήσειν. οὗτός ἐστιν διαψηφισμὸς γενόμενος κατὰ τῶν περὶ Ἐρασινίδην στρατηγῶν, ὅτι τοὺς ἐν Ἀργινούσσαις ἐν τῇ ναυμαχίᾳ ἀπολομένους οὐκ ἀνείλοντο. ἐγένετο δὲ ναυμαχία ἐπὶ ἄρχοντος Καλλίου, τῆς Περικλέους τελευτῆς ὕστερον ἔτεσιν εἴκοσι καὶ τέτταρσιν.
Kaibel Dialogi Personae
MASVRIVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License