DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
47

ἐπαινῶ δʼ ἐγώ, ἄνδρες φίλοι, τὸ γενόμενον παρʼ Ἀλεξάνδρῳ τῷ βασιλεῖ τῆς Συρίας συμπόσιον. δʼ Ἀλέξανδρος οὗτος ὢν Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸς ὑποβληθείς, διὸ εἶχον μῖσος πάντες ἄνθρωποι εἰς Δημήτριον· περὶ οὗ ἱστόρησεν ἑταῖρος ἡμῶν Ἀθήναιος ἐν τοῖς περὶ τῶν ἐν Συρίᾳ βασιλευσάντων τὸ οὖν συμπόσιον τοῦτο τοιόνδε τι ἐγένετο. Διογένης Ἐπικούρειος, ἕξιν ἔχων ἱκανὴν ἐν οἷς μετεχειρίζετο λόγοις, τὸ μὲν γένος ἦν ἐκ Σελευκείας τῆς ἐν Βαβυλωνίᾳ, ἀποδοχῆς δʼ ἐτύγχανε παρὰ τῷ βασιλεῖ καίτοι τοῖς ἀπὸ τῆς στοᾶς λόγοις χαίροντι. ἐπολυώρει οὖν αὐτὸν Ἀλέξανδρος καίπερ ὄντα τῷ βίῳ φαῦλον, ἔτι δὲ βλάσφημον καὶ βάσκανον ἕνεκά τε τοῦ γελοίου μηδὲ τῶν βασιλέων ἀπεχόμενον· καὶ αἰτησαμένῳ αὐτῷ φιλοσοφίας ἀλλοτρίαν αἴτησιν, ὅπως πορφυροῦν τε χιτωνίσκον φορήσει καὶ χρυσοῦν στέφανον ἔχοντα πρόσωπον Ἀρετῆς κατὰ μέσον, ἧς ἱερεὺς ἠξίου προσαγορεύεσθαι, συνεχώρησε καὶ τὸν στέφανον προσχαρισάμενος. ἅπερ Διογένης ἐρασθείς τινος λυσιῳδοῦ γυναικὸς ἐχαρίσατο αὐτῇ. ἀκούσας δʼ Ἀλέξανδρος καὶ συνάγων φιλοσόφων καὶ ἐπισήμων ἀνδρῶν συμπόσιον ἐκάλεσε καὶ τὸν Διογένη· καὶ παραγενόμενον ἠξίου κατακλίνεσθαι ἔχοντα τὸν στέφανον καὶ τὴν ἐσθῆτα. ἄκαιρον δʼ εἶναι εἰπόντος νεύσας εἰσαγαγεῖν ἐκέλευσε τὰ ἀκούσματα, ἐν οἷς καὶ λυσιῳδὸς εἰσῆλθεν ἐστεφανωμένη τὸν τῆς Ἀρετῆς στέφανον, ἐνδῦσα καὶ τὴν πορφυρᾶν ἐσθῆτα. γέλωτος οὖν πολλοῦ καταραγέντος ἔμενεν φιλόσοφος καὶ τὴν λυσιῳδὸν ἐπαινῶν οὐκ ἐπαύσατο. τοῦτον τὸν Διογένη μεταλαβὼν τὴν βασιλείαν Ἀντίοχος, οὐκ ἐνέγκας αὐτοῦ τὴν κακολογίαν, ἀποσφαγῆναι ἐκέλευσεν. δʼ Ἀλέξανδρος προσηνὴς ἦν πᾶσι καὶ φιλόλογος ἐν ταῖς ὁμιλίαις καὶ οὐχ ὅμοιος Ἀθηνίωνι τῷ περιπατητικῷ φιλοσόφῳ, τῷ καὶ διατριβῆς προστάντι φιλοσόφου Ἀθήνησί τε καὶ ἐν Μεσσήνῃ, ἔτι δὲ καὶ ἐν Λαρίσῃ τῆς Θετταλίας, καὶ μετὰ ταῦτα τῆς Ἀθηναίων πόλεως τυραννήσαντι. περὶ οὗ καθʼ ἕκαστα ἱστορεῖ Ποσειδώνιος Ἀπαμεύς, ἅπερ εἰ καὶ μακρότερά ἐστιν ἐκθήσομαι, ἵνʼ ἐπιμελῶς πάντας ἐξετάζωμεν τοὺς φάσκοντας εἶναι φιλοσόφους καὶ μὴ τοῖς τριβωνίοις καὶ τοῖς ἀκάρτοις πώγωσι πιστεύωμεν. κατὰ γὰρ τὸν Ἀγάθωνα εἰς μὲν φράσω τἀληθές, οὐχί σʼ εὐφρανῶ· εἰ δʼ εὐφρανῶ τί σʼ, οὐχὶ τἀληθὲς φράσω. ἀλλὰ φίλη γάρ, φασίν, ἀλήθεια, ἐκθήσομαι τὰ περὶ τὸν ἄνδρα ὡς ἐγένετο
Kaibel Index Scriptorum
ATHENAEVS
POSIDONIVS

AGATHO
Kaibel Dialogi Personae
ATHENAEVS
MASVRIVS

Meineke Index Scriptorum
Athenaeus

Agathon

Alignment

 

Digital Athenaeus Project     Creative Commons License