DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
46

εἰπόντες οὖν περὶ ἐγγυθήκης ἑξῆς πάλιν μνησθησόμεθα φιλοδείπνων βασιλέων. γὰρ τῷ προειρημένῳ Ἀντιόχῳ ὁμώνυμος βασιλεύς, Δημητρίου δʼ υἱός, ὡς ἱστορεῖ Ποσειδώνιος, ὑποδοχὰς ποιούμενος καθʼ ἡμέραν ὀχλικὰς χωρὶς τῶν ἀναλισκομένων σωρευμάτων ἑκάστῳ ἀποφέρειν ἐδίδου τῶν ἑστιατόρων ὁλομελῆ κρέα χερσαίων τε καὶ πτηνῶν καὶ θαλαττίων ζῴων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα· καὶ μετὰ ταῦτα μελιπήκτων καὶ στεφάνων ἐκ σμύρνης καὶ λιβανωτοῦ σὺν ἀνδρομήκεσι λημνίσκων χρυσῶν πιλήμασι πλήθη. καὶ ἄλλος δʼ Ἀντίοχος βασιλεὺς ἐπιτελῶν τοὺς ἐν Δάφνῃ ἀγῶνας ἐποιήσατο καὶ αὐτὸς ὑποδοχὰς λαμπράς, ὡς αὐτός φησι Ποσειδώνιος· τὸ μὲν γὰρ πρῶτον ἀναδόσεις ἐποιήσατο κατʼ ἄνδρα ὁλομελῶν βρωμάτων, μετὰ δὲ καὶ ζώντων χηνῶν καὶ λαγωῶν καὶ δορκάδων. ἀνεδίδοντο δὲ καὶ χρυσοῖ στέφανοι τοῖς δειπνοῦσι καὶ ἀργυρωμάτων πλῆθος καὶ θεραπόντων καὶ ἵππων καὶ καμήλων. καὶ ἔδει ἀναβάντα ἐπὶ τὴν κάμηλον πιεῖν ἕκαστον καὶ λαβεῖν τὴν κάμηλον καὶ τὰ ἐπὶ τὴν κάμηλον καὶ τὸν παρεστῶτα παῖδα. καὶ οἱ κατὰ τὴν Συρίαν δὲ πάντες, φησί, διὰ τὴν τῆς χώρας εὐβοσίαν ἀπὸ τῆς περὶ τἀναγκαῖα κακοπαθείας συνόδους ἔνεμον πλείους, ἵνα εὐωχοῖντο συνεχῶς, τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρώμενοι, ἀλειφόμενοι δὲ ἐλαίῳ πολυτελεῖ καὶ μύροις, τοῖς δὲ γραμματείοις οὕτως γὰρ ἐκάλουν τὰ κοινὰ τῶν συνδείπνων ὡς οἰκητηρίοις ἐνδιαιτώμενοι, καὶ τὸ πλεῖον μέρος τῆς ἡμέρας γαστριζόμενοι ἐν αὐτοῖς οἴνοις καὶ βρώμασιν, ὥστε καὶ προσαποφέρειν πολλά, καὶ καταυλούμενοι πρὸς χελωνίδος πολυκρότου ψόφους, ὥστε τὰς πόλεις ὅλας τοῖς τοιούτοις κελάδοις συνηχεῖσθαι.
Kaibel Index Scriptorum
POSIDONIVS

HEGESANDER
Kaibel Dialogi Personae
MASVRIVS

Meineke Index Scriptorum
Posidonius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License