DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
4

ἐδίδαξεν δʼ Ὅμηρος καὶ οὓς οὐ δεῖ καλεῖν, ἀλλʼ αὐτομάτους ἰέναι, πρεπόντως ἐξ ἑνὸς τῶν ἀναγκαίων δεικνὺς τὴν τῶν ὁμοίων παρουσίαν· αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος. δῆλον γὰρ ὡς οὔτε ἀδελφὸν οὔτε γονέας οὔτε γυναῖκα κλητέον οὔτʼ εἴ τις ἰσοτίμως τινὰς τούτοις ἄγει· καὶ γὰρ ἂν ψυχρὸν εἴη καὶ ἄφιλον. καίτοι τινὲς στίχον προσέγραψαν τὴν αἰτίαν προστιθέντες· ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο, ὥσπερ δέον εἰπεῖν αἰτίαν διʼ ἣν ἀδελφὸς αὐτόματος ἂν ἥκοι πρὸς δεῖπνον, οὐδὲ πιθανῆς τῆς αἰτίας ἀποδιδομένης. πότερον γάρ φησιν ὡς οὐκ ᾔδει τὸν ἀδελφὸν ἑστιῶντα; καὶ πῶς οὐ γελοῖον, ὁπότε περιφανὴς ἦν βουθυσία καὶ πᾶσι γνώριμος; πῶς δʼ ἂν ἦλθεν, εἰ μὴ ᾔδει; νὴ Δία περισπώμενον, φησίν, αὐτὸν εἰδὼς συνεγνωμόνει ὅτι μὴ κέκληκε καὶ συμπεριφερόμενος ἦλθεν αὐτόματος; ὥσπερ φήσας ἄκλητον ἥκειν, ἵνα μὴ πρωίας ὑποβλέπωσιν ἀλλήλους, μὲν αἰδούμενος, δὲ μεμφόμενος. ἀλλὰ γελοῖον ἦν ἐπιλαθέσθαι τὸν Ἀγαμέμνονα τοῦ ἀδελφοῦ, καὶ ταῦτα διʼ ἐκεῖνον οὐ μόνον εἰς τὸ παρὸν θύοντα, ἀλλὰ καὶ τὸν πόλεμον ἀναδεδεγμένον, καὶ κεκληκότα τοὺς μήτε γένει προσήκοντας μήτε πατρίδι προσῳκειωμένους. Ἀθηνοκλῆς δʼ Κυζικηνὸς μᾶλλον Ἀριστάρχου κατακούων τῶν Ὁμηρικῶν ἐπῶν εὐπαιδευτότερον ἡμῖν φησι τοῦτον Ὅμηρον καταλιπεῖν, ὅσῳ τῆς ἀνάγκης Μενέλεως οἰκειοτέρως εἶχεν. Δημήτριος δʼ Φαληρεὺς ἐπαρίστερον τὴν τοῦ στίχου παράληψιν ἐπειπὼν καὶ τῆς ποιήσεως ἀλλοτρίαν, τὸν ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο μικρολογίαν ἐμβάλλειν τοῖς ἤθεσιν. οἶμαι γάρ, φησίν, ἕκαστον τῶν χαριέντων ἀνθρώπων ἔχειν καὶ οἰκεῖον καὶ φίλον πρὸς ὃν ἂν ἔλθοι θυσίας οὔσης τὸν καλοῦντα μὴ περιμείνας.
Kaibel Dialogi Personae
MASVRIVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License