DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
31

ἑξῆς τούτοις καταλέγει τετραπήχεις τραπέζας .... ἐφʼ ὧν πολλὰ θέας ἄξια πολυτελῶς κατεσκευασμένα περιήγετο θεάματα. ἐν οἷς καὶ τῆς Σεμέλης θάλαμος, ἐν ἔχουσαι χιτῶνας τινὲς διαχρύσους καὶ λιθοκολλήτους τῶν πολυτιμήτων. οὐκ ἄξιον δʼ ἦν παραλιπεῖν τήνδε τὴν τετράκυκλον, μῆκος οὖσαν πηχῶν εἴκοσι δύο, πλάτος δεκατεσσάρων, ὑπὸ ἀνδρῶν ἑλκομένην πεντακοσίων· ἐφʼ ἧς ἄντρον ἦν βαθὺ καθʼ ὑπερβολὴν κισσῷ καὶ μίλῳ. ἐκ τούτου περιστεραὶ καὶ φάσσαι καὶ τρυγόνες καθʼ ὅλην ἐξίπταντο τὴν ὁδόν, λημνίσκοις τοὺς πόδας δεδεμέναι πρὸς τὸ ῥᾳδίως ὑπὸ τῶν θεωμένων ἁρπάζεσθαι. ἀνέβλυζον δὲ ἐξ αὐτοῦ καὶ κρουνοὶ δύο, μὲν γάλακτος, δὲ οἴνου. πᾶσαι δʼ αἱ περὶ αὐτὸν Νύμφαι στεφάνους εἶχον χρυσοῦς, δὲ Ἑρμῆς καὶ κηρύκειον χρυσοῦν, ἐσθῆτας δὲ πολυτελεῖς. ἐπὶ δὲ ἄλλης τετρακύκλου, περιεῖχε τὴν ἐξ Ἰνδῶν κάθοδον Διονύσου, Διόνυσος ἦν δωδεκάπηχυς ἐπʼ ἐλέφαντος κατακείμενος, ἠμφιεσμένος προφυρίδα καὶ στέφανον κισσοῦ καὶ ἀμπέλου χρυσοῦν ἔχων· εἶχε δʼ ἐν ταῖς χερσὶ θυρσόλογχον χρυσοῦν, ὑπεδέδετο δʼ ἐμβάδας χρυσορραφεῖς. προεκάθητο δʼ αὐτοῦ ἐπὶ τῷ τραχήλῳ τοῦ ἐλέφαντος Σατυρίσκος πεντάπηχυς ἐστεφανωμένος πίτυος στεφάνῳ χρυσῷ, τῇ δεξιᾷ χειρὶ αἰγείῳ κέρατι χρυσῷ σημαίνων. δὲ ἐλέφας σκευὴν εἶχε χρυσῆν καὶ περὶ τῷ τραχήλῳ κίσσινον χρυσοῦν στέφανον. ἠκολούθουν δὲ τούτῳ παιδίσκαι πεντακόσιαι κεκοσμημέναι χιτῶσι πορφυροῖς, χρυσῷ διεζωσμέναι. ἐστεφάνωντο δὲ αἱ μὲν ἡγούμεναι ἑκατὸν εἴκοσι χρυσοῖς πιτυίνοις στεφάνοις, ἠκολούθουν δʼ αὐταῖς Σάτυροι ἑκατὸν εἴκοσι, πανοπλίας οἳ μὲν ἀργυρᾶς, οἳ δὲ χαλκᾶς ἔχοντες. μετὰ δὲ τούτους ἐπορεύοντο ὄνων ἶλαι πέντε, ἐφʼ ὧν ἦσαν Σιληνοὶ καὶ Σάτυροι ἐστεφανωμένοι. τῶν δὲ ὄνων οἳ μὲν χρυσᾶς, οἳ δὲ ἀργυρᾶς προμετωπίδας καὶ σκευασίας εἶχον.
Kaibel Index Scriptorum
CALLIXINVS

Kaibel Dialogi Personae
MASVRIVS

Meineke Index Scriptorum

Alignment

 

Digital Athenaeus Project     Creative Commons License