DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
17

κατὰ δὲ τὸ εἰκὸς οἳ μὲν δακρύουσιν, δʼ Ἑλένη Διὸς οὖσα θυγάτηρ καὶ παρὰ τῶν ἐν Αἰγύπτῳ σοφῶν μεμαθηκυῖα πολλοὺς λόγους εἰς τὸν οἶνον ἐμβάλλει πανακὲς τῷ ὄντι φάρμακον καὶ ἄρχεται διηγεῖσθαι τὰ περὶ τοῦ Ὀδυσσέως μεταξὺ ταλασιουργίας ἁπτομένη, οὐ διʼ ἀρέσκειαν τοῦτο πράττουσα, ἀλλʼ οἴκοθεν ἔχουσα τὴν τοιαύτην αἵρεσιν. γοῦν Ἀφροδίτη ἐρχομένη πρὸς αὐτὴν μετὰ τὸ μονομάχιον εἰκάζεται· γρηὶ δέ μιν εἰκυῖα παλαιγενέι προσέειπεν εἰροκόμῳ, οἱ Λακεδαίμονι ναιεταούσῃ ἤσκειν εἴρια καλά. ἐμφανίζεται δʼ αὐτῆς οὐ παρέργως τὸ φίλεργον κἀκ τούτων· τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν· Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο, Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκεν Ἀλκάνδρη, Πολύβοιο δάμαρ. τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐν αὐτῷ ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα. ἔοικε δὲ καὶ αὐτὴ τὴν ἑαυτῆς καλλιτεχνίαν συνορᾶν. τῷ γοῦν Τηλεμάχῳ πέπλον τινὰ δωρουμένη φησί· δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι, μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην, σῇ δʼ ἀλόχῳ φορέειν. αὕτη δʼ φιλεργία τὴν σωφροσύνην αὐτῆς καταμηνύει· οὐ χλιδῶσα γὰρ οὐδὲ θρυπτομένη διὰ τὸ κάλλος εἰσάγεται. εὑρίσκεται γοῦν περὶ ἱστὸν ὑφαίνουσα καὶ ποικίλλουσα· τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· δὲ μέγαν ἱστὸν ὕφαινε, δίπλακα μαρμαρέην· πολέας δʼ ἐνέπασσεν ἀέθλους Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, οὓς ἕθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων.
Kaibel Index Scriptorum
HOMERVS

Kaibel Dialogi Personae
MASVRIVS

Meineke Index Scriptorum
Homerus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License