DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
16

ἀλλὰ γὰρ ἐπανιτέον ἐπὶ τὸ συμπόσιον, ἐν Ὅμηρος ἐπιδεξίως ἀφορμὴν εὗρεν λόγων, ὥστε κτήμασιν κτῆσιν συγκρῖναι φίλου. οὐ γὰρ ὡς πρόβλημα προτείνει, ἀλλʼ ἐπιχαρίτως παρείρας Μενέλαος, ἐπειδὴ ἤκουσε τῶν ἐπαίνων, τὸ μὲν εἶναι πλούσιος οὐκ ἀρνεῖται· κἀνταῦθα δὲ περιελὼν τὸν φθόνον πολλὰ γάρ φησιν παθὼν ἔχειν αὐτόν. οὐ μέντοι γε ἀξιοῖ ἑαυτὸν θεοῖς συγκρίνειν· ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν. ἐνδειξάμενος δὲ φιλάδελφον ἦθος καὶ μετʼ ἀνάγκης φήσας ζῆν τε καὶ πλουτεῖν ἀντιπαρέθηκε τὸν τῆς φιλίας λόγον· ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι οἳ τότʼ ὄλοντο Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο. τίς ἂν οὖν τῶν ἐκγόνων ἐκείνων τῶν ὑπὲρ τοῦ τοιούτου τεθνηκότων οὐκ ἂν κατʼ ἀξίαν δόξειεν τὴν ἐπὶ τῇ στερήσει τοῦ πατρὸς λύπην τῇ τοῦ πατρὸς εὐχαρίστῳ μνήμῃ διορθουμένην; ὅπως δὲ μὴ δόξῃ κοινὸς εἶναι πρὸς πάντας τοὺς παραπλησίως αὐτῷ τὴν εὔνοιαν ἐνδεδειγμένους, ἐπήνεγκεν· τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ, ὡς ἑνὸς ὅστε μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδήν. ἵνα δὲ μὴ φαίνηται μηδενὸς τῶν ἐκείνου παραμελῶν ἐμνήσθη κατʼ ὄνομα· ὀδύρονται νύ που αὐτὸν Λαέρτης θʼ γέρων καὶ ἐχέφρων Πηνελόπεια Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ. τοῦ δὲ δακρύσαντος πρὸς τὴν μνήμην μὲν ἐφίστησι κἀν τοσούτῳ .... τῇ τῆς Ἑλένης ἐπεισόδῳ κἀκείνης ἐκ τῆς ὁμοιότητος τεκμηραμένης πάνυ γὰρ αἱ γυναῖκες διὰ τὸ παρατηρεῖσθαι τὴν ἀλλήλων σωφροσύνην δειναὶ τὰς ὁμοιότητας τῶν παίδων πρὸς τοὺς γονέας ἐλέγξαι παρεμβάλλοντός τινα λόγον καὶ τοῦ Πεισιστράτου χρὴ γὰρ καὶ τοῦτον μὴ παρεῖναι δορυφορήματος τρόπον καὶ διαλεχθέντος εὐσχημόνως περὶ τῆς αἰδοῦς τοῦ Τηλεμάχου, πάλιν ἐπιβάλλει Μενέλαος περὶ τῆς τοῦ Ὀδυσσέως φιλίας ὅτι μετὰ μόνου καταγηράναι μάλιστʼ ἂν ἤθελεν ἐκείνου.
Kaibel Index Scriptorum
HOMERVS

Kaibel Dialogi Personae
MASVRIVS

Meineke Index Scriptorum
Homerus

Aristarchus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License