DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
14

παρὰ δʼ Ὁμήρῳ ἐν τῷ τοῦ Μενελάου συμποσίῳ προβάλλουσιν ἀλλήλοις ὥσπερ ἐν διατριβῇ ζητήματα καὶ πολιτικῶς ὁμιλοῦντες τέρπουσιν ἀλλήλους καὶ ἡμᾶς. γοῦν Μενέλαος παραγενομένων ἐκ τοῦ λουτρῶνος τῶν περὶ τὸν Τηλέμαχον καὶ τῶν περὶ τὴν ἐδωδὴν παρατεθέντων παρακαλεῖ μεταλαμβάνειν λέγων τάδε· σίτου δʼ ἅπτεσθον καὶ χαίρετον, αὐτὰρ ἔπειτα δείπνου παυσαμένω εἰρησόμεθʼ οἵτινες ἐστόν. ἔπειτα προσεπιδίδωσι τῶν παρακειμένων αὐτῷ φιλανθρωπευόμενος· ὣς φάτο καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ. φαγόντες δʼ ἐκεῖνοι μετὰ σιωπῆς, ὡς πρέπει νέοις, ἀλλήλοις ὁμιλοῦσιν ἠρέμα προσκύψαντες οὐ περὶ ἐδεσμάτων, φησίν, οὐδὲ τῶν θεραπαινῶν τοῦ κεκληκότος ὑφʼ ὧν ἐλούσαντο, περὶ δὲ τῶν κτημάτων τοῦ ὑποδεξαμένου· Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται. βέλτιον γὰρ οὕτως φησὶν Σέλευκος γράφεσθαι. Ἀρίσταρχος δὲ οὐ δεόντως γράφει· Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή. οὐ γὰρ τῆς οἰκίας τὸ κάλλος μόνον ἀποθαυμάζουσι. πῶς γὰρ ἤλεκτρον καὶ ἄργυρος καὶ ἐλέφας ἐν τοῖς τοίχοις ἦν; ἀλλὰ τὰ μὲν περὶ τοῦ οἴκου εἰρήκασιν, ὥς ἐστι δώματα ἠχήεντα τοιαῦτα γὰρ δὴ τὰ ὑψόροφα καὶ μεγάλα. περὶ δὲ τῶν σκευῶν τὸ χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος. οἷς εἰκότως ἐπιφέρεται· Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται, ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα. οὐκ ἐστὶν δʼ ἀκόλουθον τῷ Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλὴ ἐπιφέρειν ὅσσα τάδʼ ἄσπετα πολλά, σόλοικον ὂν τῷ ἀσυνήθει τῆς ἀναγνώσεως.
Kaibel Index Scriptorum
ARISTARCHVS
HOMERVS
SELEVCVS

XENOPHO
Kaibel Dialogi Personae
MASVRIVS

Meineke Index Scriptorum
Seleucus

Xenophon

Alignment

 

Digital Athenaeus Project     Creative Commons License