DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
12

ἐν δὲ τῷ Ἐπικουρείῳ συμποσίῳ κολάκων ἐστὶν ἄγυρις ἀλλήλους ἐπαινούντων, τὸ δὲ Πλάτωνος πλῆρές ἐστιν μυκτηριστῶν ἀλλήλους τωθαζόντων· τὸν γὰρ περὶ Ἀλκιβιάδου λόγον σιωπῶ. παρὰ δʼ Ὁμήρῳ συγκεκρότηται τὰ σώφρονα συμπόσια. καί ποτε μὲν ἐπῄνεσέ τις φήσας πρὸς τὸν Μενέλαον ὡς οὐ τολμᾷ λέγειν ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ. δʼ ἐπελάβετό τινος τῶν οὐκ ὀρθῶς λεγομένων γιγνομένων· καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἔγωγε τέρπομʼ ὀδυρόμενος μεταδόρπιος. δὲ πάλιν· Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. οὔτε γὰρ κόλακα πρέπον ἐστὶν εἶναι οὔτε μυκτηριστήν. πάλιν Ἐπίκουρος ἐν τῷ Συμποσίῳ ζητεῖ περὶ δυσπεψίας ὥστʼ οἰωνίσασθαι, εἶθʼ ἑξῆς περὶ πυρετῶν. τὴν μὲν γὰρ ἐπιτρέχουσαν τῇ λέξει ἀρρυθμίαν τί δεῖ καὶ λέγειν; Πλάτων δὲ τὸν μὲν ὑπὸ τῆς λυγγὸς ὀχλούμενον καὶ θεραπευόμενον ἀνακογχυλιασμοῖς ὕδατος, ἔτι δὲ ταῖς ὑποθήκαις τοῦ κάρφους ἵνα τὴν ῥῖνα κινήσας πτάρῃ, παρίημι· κωμῳδεῖν γὰρ ἤθελε καὶ διασύρειν χλευάζει τε τὰ ἰσόκωλα τὰ Ἀγάθωνος καὶ τὰ ἀντίθετα, καὶ τὸν Ἀλκιβιάδην δὲ παράγει λέγοντα ὅτι πασχητιᾷ. ἀλλʼ ὅμως τοιαῦτα γράφοντες τὸν Ὅμηρον ἐκβάλλουσι τῶν πόλεων. ἀλλʼ οὔτε ἐκ θύμβρας, ἔφη Δημοχάρης, λόγχη οὔτʼ ἐκ τοιούτων λόγων ἀνὴρ ἀγαθὸς γίνεται. οὐ μόνον δʼ Ἀλκιβιάδην διασύρει, ἀλλὰ καὶ Χαρμίδην καὶ Εὐθύδημον καὶ ἄλλους πολλοὺς τῶν νέων. τοῦτο δὲ κωμῳδοῦντός ἐστι τὴν Ἀθηναίων πόλιν, τὸ τῆς Ἑλλάδος μουσεῖον, ἣν μὲν Πίνδαρος Ἑλλάδος ἔρεισμα ἔφη, Θουκυδίδης δʼ ἐν τῷ εἰς Εὐριπίδην ἐπιγράμματι Ἑλλάδος Ἑλλάδα, δὲ Πύθιος ἑστίαν καὶ πρυτανεῖον τῶν Ἑλλήνων. διότι τοίνυν κατέψευσται τῶν νεανίσκων πάρεστι σκοπεῖν ἐξ αὐτοῦ τοῦ Πλάτωνος. τὸν μὲν γὰρ Ἀλκιβιάδην φησὶν ἐν τῷ ὁμωνύμῳ διαλόγῳ παρακμάσαντα τότε πρῶτον ἄρξασθαι Σωκράτει λαλεῖν ὅτε πάντες αὐτὸν κατέλιπον οἱ τοῦ σώματος ἐπιθυμηταί. λέγει γὰρ ταῦτα κατʼ ἀρχὰς τοῦ διαλόγου τὰ δʼ ἐν τῷ Χαρμίδῃ ἐναντιώματα ἐξ αὐτοῦ τοῦ διαλόγου βουλόμενος εἴσεται. ποιεῖ γὰρ αὐτὸν ἀσυμφώνως ποτὲ μὲν σκοτοδινιῶντα καὶ μεθυσκόμενον τῷ τοῦ παιδὸς ἔρωτι καὶ γινόμενον ἔξεδρον καὶ καθάπερ νεβρὸν ὑποπεπτωκότα λέοντος ἀλκῇ, ἅμα δὲ καταφρονεῖν φησι τῆς ὥρας αὐτοῦ.
Kaibel Dialogi Personae
MASVRIVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License