DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
11

διότι δὲ οὐ πιθανὸν ἀκρόαμα παρὰ τῷ Μενελάῳ τυγχάνειν δῆλον ἐκ τοῦ διʼ ὁμιλίας ὅλον τὸ συμπόσιον περαίνεσθαι τῆς πρὸς ἀλλήλους, ὄνομα δὲ μηδὲν εἰρῆσθαι τοῦ ᾠδοῦ μηδὲ ᾠδὴν ἣν ᾖδε μηδὲ προσέχειν τοὺς περὶ Τηλέμαχον αὐτῷ, καθάπερ δʼ ἐν σιωπῇ τινι καὶ ἠρεμίᾳ κατανοεῖν μᾶλλον τὸν οἶκον· καίτοι γε πῶς οὐκ ἀπίθανον τοὺς τῶν φρονιμωτάτων υἱέας Ὀδυσσέως καὶ Νέστορος ἐπαριστέρους εἰσάγεσθαι, ὥστε τρόπον ἀγροίκων τινῶν μὴ προσέχειν τοῖς παρεσκευασμένοις ἀκροάμασιν; γοῦν Ὀδυσσεὺς προσέχει τοῖς τῶν Φαιάκων ᾀσματοποιοῖς· αὐτὰρ Ὀδυσσεὺς μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ, καίπερ ἔχων πολλὰ τὰ περιέλκοντα καὶ δυνάμενος εἰπεῖν· κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤπερ ἀοιδαί. πῶς οὖν οὐκ ἂν ἀβέλτερος εἴη Τηλέμαχος ᾠδοῦ παρόντος καὶ κυβιστητῆρος προσκύπτων πρὸς τὸν Πεισίστρατον καὶ τῶν σκευῶν διατιθέμενος; ἀλλʼ Ὅμηρος ὥσπερ ἀγαθὸς ζωγράφος πάντα ὅμοιον τῷ πατρὶ τὸν Τηλέμαχον παρίστησι. πεποίηκεν γοῦν ἀμφοτέρους τὸν μὲν τῷ Ἀλκινόῳ, τὸν δὲ τῷ Μενελάῳ διὰ δακρύων γνωριζομένους.
Kaibel Index Scriptorum
HOMERVS

EPICVRVS
Kaibel Dialogi Personae
MASVRIVS

Meineke Index Scriptorum
Homerus

Epicurus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License