DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
9

Δίφιλος δʼ ἐν Ἀπολειπούσῃ μάγειρόν τινα παράγων ποιεῖ τάδε λέγοντα· πόσοι τὸ πλῆθός εἰσιν οἱ κεκλημένοι εἰς τοὺς γάμους, βέλτιστε, καὶ πότερʼ Ἀττικοὶ ἅπαντες κἀκ τοὐμπορίου τινές; Β. τί δαὶ τοῦτʼ ἐστὶ πρὸς σὲ τὸν μάγειρον; Α. τῆς τέχνης ἡγεμονία τίς ἐστιν αὕτη σοι, πάτερ, τὸ τῶν ἐδομένων τὰ στόματα προειδέναι. οἷον Ῥοδίους κέκληκας· εἰσιοῦσι δὸς εὐθὺς ἀπὸ θερμοῦ τὴν μεγάλην αὐτοῖς σπάσαι, ἀποζέσας σίλουρον λεβίαν, ἐφʼ χαριεῖ πολὺ μᾶλλον μυρίνην προσεγχέας. Β. ἀστεῖον σιλουρισμός. Α. ἂν Βυζαντίους, ἀψινθίῳ σφιν δεῦσον ὅσα γʼ ἂν παρατιθῇς, κάθαλα ποιήσας πάντα κἀσκοροδισμένα. διὰ γὰρ τὸ πλῆθος τῶν παρʼ αὐτοῖς ἰχθύων πάντες βλιχανώδεις εἰσὶ καὶ μεστοὶ λάπης. Μένανδρος δʼ ἐν Τροφωνίῳ· ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχή. Β. τίνος; ποδαποῦ; διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ. οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια, ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ ἁλίσκετʼ, ἀλλʼ οὕτως παρέργως ἅπτεται· τὰς δʼ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα μᾶλλον προσεδέξατʼ. Ἀρκαδικὸς τοὐναντίον ἀθάλασσος ὢν τοῖς λοπαδίοις ἁλίσκεται· Ἰωνικὸς πλούταξ ὑποστάσεις ποιῶν κάνδαυλον, ὑποβινητιῶντα βρώματα.
Kaibel Index Scriptorum
DIPHILVS
MENANDER

HEGESANDER
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Diphilus
Hegesander
Menander

Alignment

 

Digital Athenaeus Project     Creative Commons License