DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
81

ἐστὶν δʼ σκινδαψὸς τετράχορδον ὄργανον, ὡς παρῳδός φησι Μάτρων ἐν τούτοις· οὐδʼ ἀπὸ πασσαλόφιν κρέμασαν, ὅθι περ τετάνυστο σκινδαψὸς τετράχορδος ἀνηλακάτοιο γυναικός. μνημονεύει αὐτοῦ καὶ Θεόπομπος Κολοφώνιος ἐποποιὸς ἐν τῷ ἐπιγραφομένῳ Ἁρματίῳ· σκινδαψὸν λυρόεντα μέγαν χείρεσσι τινάσσων, οἰσύινον προμάλοιο τετυγμένον αἰζήεντος· καὶ Ἀναξίλας ἐν Λυροποιῷ· ἐγὼ δὲ βαρβίτους τριχόρδους, πηκτίδας, κιθάρας, λύρας, σκινδαψοὺς ἐξηρτυόμαν. Σώπατρος δʼ παρῳδὸς ἐν τῷ ἐπιγραφομένῳ Μυστάκου θητίῳ δίχορδον εἶναί φησι τὴν πηκτίδα λέγων οὕτως· πηκτὶς δὲ Μούσῃ γαυριῶσα βαρβάρῳ δίχορδος εἰς σὴν χεῖρά πως κατεστάθη. τῶν δὲ παριαμβίδων Ἐπίχαρμος ἐν Περιάλλῳ μνημονεύει οὕτως· Σεμέλα δὲ χορεύει· καὶ ὑπᾴδει σφιν σοφὸς κιθάρᾳ παριαμβίδας· δὲ γεγάθει πυκινῶν κρεγμῶν ἀκροαζομένα. τὸ δὲ ψαλτήριον, ὥς φησιν Ἰόβας, Ἀλέξανδρος Κυθήριος συνεπλήρωσε χορδαῖς καὶ ἐγγηράσας τῇ Ἐφεσίων πόλει ὡς σοφώτατον τῆς ἑαυτοῦ τέχνης τουτὶ τὸ εὕρημα ἀνέθηκε ἐν Ἀρτέμιδος. μνημονεύει δʼ Ἰόβας καὶ τοῦ λυροφοίνικος καὶ τοῦ ἐπιγονείου, νῦν εἰς ψαλτήριον ὄρθιον μετασχηματισθὲν διασῴζει τὴν τοῦ χρησαμένου προσηγορίαν. ἦν δʼ Ἐπίγονος φύσει μὲν Ἀμβρακιώτης, δημοποίητος δὲ Σικυώνιος· μουσικώτατος δʼ ὢν κατὰ χεῖρα δίχα πλήκτρου ἔψαλλεν. πάντων οὖν τούτων τῶν προειρημένων ὀργάνων καὶ αὐλῶν ἐμπείρως ἔχουσι καὶ τεχνικῶς Ἀλεξανδρεῖς, καὶ ἐν οἷς ἄν μου θέλῃς ἀποπειραθῆναι ἐπιδείξομαί σοι ἐγὼ αὐτός, πολλῶν ἄλλων μουσικωτέρων μου ἐν τῇ πατρίδι ὑπαρχόντων.
Kaibel Dialogi Personae
ALCIDES

Alignment

 

Digital Athenaeus Project     Creative Commons License