DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
8

Λυγκεὺς δʼ ἐν Κενταύρῳ διαπαίζων τὰ Ἀττικὰ δεῖπνά φησι· μάγειρʼ, θύων ἐστὶ δειπνίζων τʼ ἐμὲ Ῥόδιος, ἐγὼ δʼ κεκλημένος Περίνθιος. οὐδέτερος ἡμῶν ἥδεται τοῖς Ἀττικοῖς δείπνοις. ἀηδία γάρ ἐστιν Ἀττικὴ ὥσπερ ξενική· παρέθηκε πίνακα γὰρ μέγαν ἔχοντα μικροὺς πέντε πινακίσκους ἄνω· τούτων μὲν ἔχει σκόροδον, δʼ ἐχίνους δύο, δὲ θρυμματίδα γλυκεῖαν, δὲ κόγχας δέκα, δʼ ἀντακαίου μικρόν. ἐν ὅσῳ δʼ ἐσθίω, ἕτερος ἐκεῖνʼ, ἐν ὅσῳ δʼ ἐκεῖνος, τοῦτʼ ἐγὼ ἠφάνισα. βούλομαι δέ γʼ, βέλτιστε σύ, κἀκεῖνο καὶ τοῦτʼ, ἀλλʼ ἀδύνατα βούλομαι· οὔτε στόματα γὰρ οὔτε χεῖρας πέντʼ ἔχω. ὄψιν μὲν οὖν ἔχει τὰ τοιαῦτα ποικίλην, ἀλλʼ οὐθέν ἐστι τοῦτο πρὸς τὴν γαστέρα· κατέπασα γὰρ τὸ χεῖλος, οὐκ ἐνέπλησα δέ. τί οὖν ἔχεις; Β. ὄστρεια πολλά. Α. πίνακά μοι τούτων παραθήσεις αὐτὸν ἐφʼ ἑαυτοῦ μέγαν. ἔχεις ἐχίνους; Β. ἕτερος ἔσται σοι πίναξ· αὐτὸς γὰρ αὐτὸν ἐπριάμην ὀκτὼ ὀβολῶν. Α. ὀψάριον αὐτὸ τοῦτο παραθήσεις μόνον, ἵνα ταὐτὰ πάντες, μὴ τὸ μὲν ἐγώ, τὸ δʼ ἕτερος ... Δρομέας δʼ παράσιτος ἐρωτήσαντός τινος αὐτόν, ὥς φησιν Δελφὸς Ἡγήσανδρος, πότερον ἐν ἄστει γίνεται βελτίω δεῖπνα ἐν Χαλκίδι, τὸ προοίμιον εἶπε τῶν ἐν Χαλκίδι δείπνων χαριέστερον εἶναι τῆς ἐν ἄστει παρασκευῆς, τὸ πλῆθος τῶν ὀστρέων καὶ τὴν ποικιλίαν προοίμιον εἰπὼν δείπνου.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License