DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
79

γινώσκειν δὲ βούλομαί σε, ἀνδρῶν λῷστε Οὐλπιανέ, ὅτι Ἀλεξανδρέων μουσικώτεροι ἄλλοι γενέσθαι οὐχ ἱστόρηνται, καὶ οὐ λέγω περὶ κιθαρῳδίαν μόνην, ἧς καὶ εὐτελέστατος παρʼ ἡμῖν ἰδιώτης προσέτι τε καὶ ἀναλφάβητος οὕτως ἐστὶ συνήθης ὡς τάχιστα ἐλέγχειν τὰ παρὰ τὰς κρούσεις ἁμαρτήματα γινόμενα, ἀλλὰ καὶ περὶ αὐλούς εἰσι μουσικώτατοι οὐ μόνον τοὺς παρθενίους καλουμένους καὶ παιδικούς, ἀλλὰ καὶ τοὺς ἀνδρείους, οἵτινες καλοῦνται τέλειοί τε καὶ ὑπερτέλειοι, καὶ τοὺς κιθαριστηρίους δὲ καὶ τοὺς δακτυλικούς. τοὺς γὰρ ἐλύμους αὐλούς, ὧν μνημονεύει Σοφοκλῆς ἐν Νιόβῃ τε κἀν Τυμπανισταῖς, οὐκ ἄλλους τινὰς εἶναι ἀκούομεν τοὺς Φρυγίους, ὧν καὶ αὐτῶν ἐμπείρως ἔχουσιν Ἀλεξανδρεῖς. οἴδασι δὲ καὶ τοὺς διόπους ἔτι τε μεσοκόπους καὶ τοὺς καλουμένους ὑποτρήτους. τῶν δʼ ἐλύμων αὐλῶν μνημονεύει καὶ Καλλίας ἐν Πεδήταις Ἰόβας δὲ τούτους Φρυγῶν μὲν εἶναι εὕρημα, ὀνομάζεσθαι δὲ καὶ σκυταλείας, κατʼ ἐμφέρειαν τοῦ πάχους. χρῆσθαι δʼ αὐτοῖς καὶ Κυπρίους φησὶ Κρατῖνος νεώτερος ἐν Θηραμένῃ οἴδαμεν δὲ καὶ τοὺς ἡμιόπους καλουμένους, περὶ ὧν φησιν Ἀνακρέων· τίς ἐρασμίην τρέψας θυμὸν ἐς ἥβην τερένων ἡμιόπων ὑπʼ αὐλῶν ὀρχεῖται; εἰσὶ δʼ οἱ αὐλοὶ οὗτοι ἐλάσσονες τῶν τελείων. Αἰσχύλος γοῦν κατὰ μεταφορὰν ἐν Ἰξίονί φησι· τὸν δʼ ἡμίοπον καὶ τὸν ἐλάσσονα ταχέως μέγας καταπίνει. εἰσὶν δʼ οἱ αὐτοὶ τοῖς παιδικοῖς καλουμένοις, οἷς οὐκ οὖσιν ἐναγωνίοις πρὸς τὰς εὐωχίας χρῶνται. διὸ καὶ τέρενας αὐτοὺς κέκληκεν Ἀνακρέων.
Kaibel Dialogi Personae
ALCIDES

Alignment

 

Digital Athenaeus Project     Creative Commons License