DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
78

Ἰόβας μὲν γὰρ ἐν τῷ προειρημένῳ συγγράμματι Αἰγυπτίους φησὶν λέγειν τὸν μόναυλον Ὀσίριδος εἶναι εὕρημα, καθάπερ καὶ τὸν καλούμενον φώτιγγα πλαγίαυλον, οὗ καὶ αὐτοῦ παραστήσομαι μνημονεύοντα ἐλλόγιμον ἄνδρα. ἐπιχωριάζει γὰρ καὶ φῶτιγξ αὐλὸς παρʼ ἡμῖν. τοῦ δὲ μοναύλου μνημονεύει Σοφοκλῆς μὲν ἐν Θαμύρᾳ οὕτως· οἴχωκε γὰρ κροτητὰ πηκτίδων μέλη, λύρᾳ μοναύλοις τε χειμωντεως ναος στέρημα κωμασάσης. Ἀραρὼς δʼ ἐν Πανὸς γοναῖς· ἀναρπάσας μόναυλον εὐθὺς πῶς δοκεῖς κούφως ἀνήλλετο. Ἀναξανδρίδης δʼ ἐν Θησαυρῷ· ἀναλαβὼν μόναυλον ηὔλουν τὸν ὑμέναιον. καὶ ἐν Φιαληφόρῳ· .. τὸν μόναυλον ποῖ τέτροφας; οὗτος Σύρε. Β. ποῖον μόναυλον; Α. τὸν κάλαμον. Σώπατρος Βακχίδι· καὶ τὸ μόναυλον μέλος ἤχησε. Πρωταγορίδης δʼ Κυζικηνὸς ἐν δευτέρῳ περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεών φησιν· παντὸς δὲ ὀργάνου καταμιτον ἧπται, κροτάλων, ὑπὸ φανοῦ, πανδούρου, τῷ τε ἡδεῖ μοναύλῳ τὰς ἡδίστας ἁρμονίας ἀναμινυρίζει. Ποσειδώνιος δʼ ἀπὸ τῆς στοᾶς φιλόσοφος ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν διηγούμενος περὶ τοῦ Ἀπαμέων πρὸς Λαρισαίους πολέμου γράφει τάδε· παραζωνίδια καὶ λογχάρι ἀνειληφότες ἰῷ καὶ ῥύπῳ κεκρυμμένα, πετάσια δʼ ἐπιτεθειμένοι καὶ προσκόπια σκιὰν μὲν ποιοῦντα, καταπνεῖσθαι δʼ οὐ κωλύοντα τοὺς τραχήλους, ὄνους ἐφελκόμενοι γέμοντας οἴνου καὶ βρωμάτων παντοδαπῶν, οἷς παρέκειτο φωτίγγια καὶ μοναύλια, κώμων οὐ πολέμων ὄργανα. οὐκ ἀγνοῶ δὲ ὅτι Ἀμερίας Μακεδὼν ἐν ταῖς Γλώσσαις τιτύρινόν φησι καλεῖσθαι τὸν μόναυλον. ἴδε ἀπέχεις, καλὲ Οὐλπιανέ, καὶ τὸν τῆς φώτιγγος μνημονεύοντα· ὅτι δὲ μόναυλος ἦν νῦν καλούμενος καλαμαύλης σαφῶς παρίστησιν Ἡδύλος ἐν τοῖς ἐπιγράμμασιν οὑτωσὶ λέγων· τοῦτο Θέων μόναυλος ὑπʼ ἠρίον γλυκὺς οἰκεῖ αὐλητής, μίμων ʼν θυμέλῃσι Χάρις. τυφλὸς ὑπαὶ γήρως εἶχεν καὶ Σκίρπαλον υἱόν, νήπιον ὅντʼ ἐκάλει Σκίρπαλος Εὐπαλάμου, ἤειδεν δʼ αὐτοῦ τὰ γενέθλια· τοῦτο γὰρ εἶχεν, πανμαρπᾶν ηδυσμα σημανέων. ηὔλει δὴ Γλαύκης μεμεθυσμένα παίγνια Μουσέων τὸν ἐν ἀκρήτοις Βάτταλον ἡδυπότην καὶ Κώταλον καὶ Πάκαλον. ἀλλὰ Θέωνα τὸν καλαμαυλήτην εἴπατε χαῖρε Θέων. ὥσπερ οὖν τοὺς τῷ καλάμῳ αὐλοῦντας καλαμαύλας λέγουσι νῦν, οὕτω καὶ ῥαππαύλας, ὥς φησιν Ἀμερίας Μακεδὼν ἐν ταῖς Γλώσσαις, τοὺς τῇ καλάμῃ αὐλοῦντας.
Kaibel Dialogi Personae
ALCIDES

Alignment

 

Digital Athenaeus Project     Creative Commons License