DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
77

πόσῳ δὲ κρεῖττον, Οὐλπιανὲ σοφώτατε, τὸ ὑδραυλικὸν τοῦτο ὄργανον τοῦ καλουμένου νάβλα, ὅν φησι Σώπατρος παρῳδὸς ἐν τῷ ἐπιγραφομένῳ δράματι Πύλαι Φοινίκων εἶναι καὶ τοῦτον εὕρημα. λέγει δʼ οὕτως· οὔτε τοῦ Σιδωνίου νάβλα λαρυγγόφωνος ἐκκεχόρδωται τύπος. καὶ ἐν Μυστάκου δὲ θητίῳ φησί· νάβλας ἐν ἄρθροις γραμμάτων οὐκ εὐμελής, λωτὸς ἐν πλευροῖσιν ἄψυχος παγεὶς ἔμπνουν ἀνίει μοῦσαν. ἐγρέτου δέ τις τὸν ἡδονῆς μελῳδὸν εὐάζων χορόν. Φιλήμων ἐν Μοιχῷ· ἔδει παρεῖναι, Παρμένων, αὐλητρίδʼ νάβλαν τινʼ. Β. δὲ νάβλας τί ἐστιν; ... Α. .... οὐκ οἶδας, ἐμβρόντητε σύ; Β. μὰ Δία. Α. τί φής; οὐκ οἶσθα νάβλαν; οὐδὲν οὖν οἶσθʼ ἀγαθόν. οὐδὲ σαμβυκίστριαν; καὶ τὸ τρίγωνον δὲ καλούμενον ὄργανον Ἰόβας ἐν τετάρτῳ θεατρικῆς ἱστορίας Σύρων εὕρημά φησιν εἶναι, ὡς καὶ τὸν καλούμενον λυροφοίνικα .... σαμβύκην. τοῦτο δὲ τὸ ὄργανον Νεάνθης Κυζικηνὸς ἐν αʹ Ὥρων εὕρημα εἶναι λέγει Ἰβύκου τοῦ Ῥηγίνου ποιητοῦ, ὡς καὶ Ἀνακρέοντος τὸ βάρβιτον. ἐπεὶ δὲ ἡμῶν τῶν Ἀλεξανδρέων κατατρέχεις ὡς ἀμούσων καὶ τὸν μόναυλον συνεχῶς ὀνομάζεις ἐπιχωριάζοντα παρʼ ἡμῖν, ἄκουε καὶ περὶ αὐτοῦ νῦν ἔχω σοι λέγειν ἐν προχείρῳ.
Kaibel Dialogi Personae
ALCIDES

Alignment

 

Digital Athenaeus Project     Creative Commons License