DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
76

καὶ τοσαῦτα μὲν ἔχω σοι ἐγὼ λέγειν περὶ τοῦ ὑδραυλικοῦ ὀργάνου, Οὐλπιανέ. γιγγραίνοισι γὰρ οἱ Φοίνικες, ὥς φησιν Ξενοφῶν, ἐχρῶντο αὐλοῖς σπιθαμιαίοις τὸ μέγεθος, ὀξὺ καὶ γοερὸν φθεγγομένοις. τούτοις δὲ καὶ οἱ Κᾶρες χρῶνται ἐν τοῖς θρήνοις, εἰ μὴ ἄρα καὶ Καρία Φοινίκη ἐκαλεῖτο, ὡς παρὰ Κορίννῃ καὶ Βακχυλίδῃ ἔστιν εὑρεῖν. ὀνομάζονται δὲ οἱ αὐλοὶ γίγγροι ὑπὸ τῶν Φοινίκων ἀπὸ τῶν περὶ Ἄδωνιν θρήνων· τὸν γὰρ Ἄδωνιν Γίγγρην καλεῖτε ὑμεῖς οἱ Φοίνικες, ὡς ἱστορεῖ Δημοκλείδης. μνημονεύει τῶν γίγγρων αὐλῶν Ἀντιφάνης ἐν Ἰατρῷ καὶ Μένανδρος ἐν Καρίνῃ Ἄμφις τʼ ἐν Διθυράμβῳ λέγων οὕτως ἐγὼ δὲ τὸν γίγγραν γε τὸν σοφώτατον. Β. τίς δʼ ἔσθʼ γίγγρας; Α. καινὸν ἐξεύρημά τι ἡμέτερον, θεάτρῳ μὲν οὐδεπώποτε ἔδειξʼ, Ἀθήνησιν δὲ κατακεχρημένον ἐν συμποσίοις ἤδη ʼστί. Β. διὰ τί δʼ οὐκ ἄγεις εἰς τὸν ὄχλον αὐτό; Α. διότι φυλὴν περιμένω σφόδρα φιλονικοῦσαν λαχεῖν τινʼ. οἶδα γὰρ ὅτι πάντα πράγματʼ ἀνατριαινώσει κρότοις. καὶ Ἀξιόνικος ἐν Φιλευριπίδῃ· οὕτω γὰρ ἐπὶ τοῖς μέλεσι τοῖς Εὐριπίδου ἄμφω νοσοῦσιν, ὥστε τἄλλʼ αὐτοῖς δοκεῖν εἶναι μέλη γιγγραντὰ καὶ κακὸν μέγα.
Kaibel Dialogi Personae
ALCIDES

Alignment

 

Digital Athenaeus Project     Creative Commons License