DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
73

οὐκ ἀγνοῶν δὲ καὶ περὶ Δηλίων Ἀπολλόδωρος Ἀθηναῖος εἴρηκεν ὅτι μαγείρων καὶ τραπεζοποιῶν παρείχοντο χρείας τοῖς παραγινομένοις πρὸς τὰς ἱερουργίας, καὶ ὅτι ἦν αὐτοῖς ἀπὸ τῶν πράξεων ὀνόματα Μαγίδες καὶ Γογγύλοι, ἐπειδὴ τὰς μάζας, φησὶν Ἀριστοφάνης, ἐν ταῖς θοίναις διʼ ἡμέρας τρίβοντες παρεῖχον ὥσπερ ἐν γυναιξὶ γογγύλας μεμαγμένας. καλοῦνται δὲ καὶ μέχρι νῦν τινες αὐτῶν Χοίρακοι καὶ Ἀμνοὶ καὶ Ἀρτυσίλεῳ καὶ Σήσαμοι καὶ Ἀρτυσίτραγοι καὶ Νεωκόροι καὶ Ἰχθυβόλοι, τῶν δὲ γυναικῶν Κυμινάνθαι, κοινῇ δὲ πάντες Ἐλεοδύται διὰ τὸ τοῖς ἐλεοῖς ὑποδύεσθαι διακονοῦντες ἐν ταῖς θοίναις. ἐλεὸς δʼ ἐστὶν μαγειρικὴ τράπεζα. Ὅμηρος· αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔθηκε. ὅθεν καὶ Πολυκράτων Κρίθωνος Ῥηναιεὺς δίκην γραφόμενος οὐ Δηλίους αὐτοὺς ὀνομάζει, ἀλλὰ τὸ κοινὸν τῶν Ἐλεοδυτῶν ἐπῃτιάσατο. καὶ τῶν Ἀμφικτυόνων δὲ νόμος κελεύει ὕδωρ παρέχειν ἐλεοδύτας, τοὺς τραπεζοποιοὺς καὶ τοὺς τοιούτους διακόνους σημαίνων. Κρίτων δʼ κωμῳδιοποιὸς ἐν Φιλοπράγμονι παρασίτους τοῦ θεοῦ καλεῖ τοὺς Δηλίους διὰ τούτων· Φοίνικα μεγάλου κύριον βαλλαντίου ναύκληρον ἐν τῷ λιμένι ποιήσας ἄπλουν καὶ φορμιῶσαι ναῦς ἀναγκάσας δύο, εἰς Δῆλον ἐλθεῖν ἠθέλησʼ ἐκ Πειραιῶς, πάντων ἀκούων διότι παρασίτῳ τόπος οὗτος τρία μόνος ἀγαθὰ κεκτῆσθαι δοκεῖ, εὔοψον ἀγοράν, παντοδαπὸν ὁρμοῦντʼ ὄχλον, αὐτοὺς παρασίτους τοῦ θεοῦ τοὺς Δηλίους.
Kaibel Dialogi Personae
AEMILIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License