DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
72

τοὺς δὲ τὰ πέμματα προσέτι τε τοὺς ποιοῦντας τοὺς πλακοῦντας οἱ πρότερον δημιουργοὺς ἐκάλουν. Μένανδρος Ψευδηρακλεῖ· καταμεμφόμενος δὲ τοὺς μαγείρους ὡς ἐπιχειροῦντας καὶ οἷς μὴ δεῖ φησιν· μάγειρʼ, ἀηδής μοι δοκεῖς εἶναι σφόδρα. πόσας τραπέζας μέλλομεν ποιεῖν, τρίτον ἤδη μʼ ἐρωτᾷς. χοιρίδιον ἓν θύομεν, ὀκτὼ ποιήσοντες τραπέζας δʼ μίαν, τί σοι διαφέρει τοῦτο; παράθες σημίαν. οὐκ ἔστι κανδύλους ποιεῖν οὐδʼ οἷα σὺ εἴωθας εἰς ταὐτὸν καρυκεύειν μέλι, σεμίδαλιν, ᾠά· πάντα γὰρ τἀναντία νῦν ἐστιν· μάγειρος γὰρ ἐγχύτους ποιεῖ, πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς· δημιουργὸς δʼ ἀντιπαρατεταγμένη κρεᾴδιʼ ὀπτᾷ καὶ κίχλας, τραγήματα. ἔπειθʼ δειπνῶν μὲν τραγηματίζεται, μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν δειπνεῖ τὰ μελίπηκτα ταῖς κίχλαις. ὅτι δὲ ἐκεχώριστο τὰ τῆς ὑπουργίας, πεμμάτων μὲν προνοουσῶν τῶν δημιουργῶν, ὀψαρτυτικῆς δὲ τῶν μαγείρων, Ἀντιφάνης διεσάφησεν ἐν Χρυσίδι οὕτως· τέτταρες δʼ αὐλητρίδες ἔχουσι μισθὸν καὶ μάγειροι δώδεκα καὶ δημιουργοὶ μέλιτος αἰτοῦσαι σκάφας. Μένανδρος Δημιουργῷ· τί τοῦτο, παῖ; διακονικῶς γὰρ νὴ Δία προελήλυθας. Β. ναί· πλάττομεν γὰρ πέμματα τὴν νύκτα τʼ ἠγρυπνήκαμεν· καὶ νῦν ἔτι ἀποίητα πάμπολλʼ ἐστὶν ἡμῖν. πεμμάτων δὲ πρῶτόν φησιν μνημονεῦσαι Πανύασσιν Σέλευκος, ἐν οἷς περὶ τῆς παρʼ Αἰγυπτίοις ἀνθρωποθυσίας διηγεῖται, πολλὰ μὲν ἐπιθεῖναι λέγων πέμματα, πολλὰς δὲ νοσσάδας ὄρνις, προτέρου Στησιχόρου Ἰβύκου ἐν τοῖς Ἄθλοις ἐπιγραφομένοις εἰρηκότος φέρεσθαι τῇ παρθένῳ δῶρα σασαμίδας χόνδρον τε καὶ ἐγκρίδας ἄλλα τε πέμματα καὶ μέλι χλωρόν. ὅτι δὲ τὸ ποίημα τοῦτο Στησιχόρου ἐστὶν ἱκανώτατος μάρτυς Σιμωνίδης ποιητής, ὃς περὶ τοῦ Μελεάγρου τὸν λόγον ποιούμενός φησιν· ὡς δουρὶ πάντας νίκασε νέους ὑπὲρ δινάεντα βαλὼν Ἄναυρον πολυβότρυος ἐξ Ἰωλκοῦ· οὕτω γὰρ Ὅμηρος ἠδὲ Στασίχορος ἄεισε λαοῖς. γὰρ Στησίχορος οὕτως εἴρηκεν ἐν τῷ προκειμένῳ ᾄσματι τοῖς Ἄθλοις· θρῴσκων μὲν γὰρ Ἀμφιάραος, ἄκοντι δὲ νίκασεν Μελέαγρος.
Kaibel Dialogi Personae
AEMILIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License