DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
70

τῶν δὲ ΜΑΓΕΙΡΩΝ διάφοροί τινες ἦσαν οἱ καλούμενοι τραπεζοποιοί. εἰς ὅτι δὲ οὗτοι προσελαμβάνοντο σαφῶς παρίστησιν Ἀντιφάνης ἐν Μετοίκῳ· προσέλαβον ἐλθὼν τουτονὶ τραπεζοποιόν, ὃς πλυνεῖ σκεύη, λύχνους ἑτοιμάσει, σπονδὰς ποιήσει, τἄλλʼ ὅσα τούτῳ προσήκει. ζητητέον δὲ εἰ καὶ τραπεζοκόμος αὐτός ἐστι τῷ τραπεζοποιῷ. Ἰόβας γὰρ βασιλεὺς ἐν ταῖς Ὁμοιότησι τὸν αὐτὸν εἶναί φησι τὸν τραπεζοκόμον καὶ τὸν ὑπὸ Ῥωμαίων καλούμενον στρούκτωρα, παρατιθέμενος ἐκ δράματος Ἀλεξάνδρου ἐπιγραφὴ Πότος· εἰς αὔριόν με δεῖ λαβεῖν αὐλητρίδα. Β. τραπεζοποιὸν δημιουργὸν λήψομαι· ἐπὶ τοῦτʼ ἀπέστειλʼ ἐξ ἀγροῦ μʼ δεσπότης. ἐκάλουν δὲ τραπεζοποιὸν τὸν τραπεζῶν ἐπιμελητὴν καὶ τῆς ἄλλης εὐκοσμίας. Φιλήμων Παρεισιόντι· περὶ τοὐπτάνιον οὐ γίνεθʼ σκευωρία· τραπεζοποιός ἐστʼ ἐπὶ τοῦ διακονεῖν. ἔλεγον δὲ καὶ ἐπιτραπεζώματα τὰ ἐπιτιθέμενα τῇ τραπέζῃ βρώματα. Πλάτων Μενελάῳ· ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων. ἐκάλουν δὲ καὶ ἀγοραστὴν τὸν τὰ ὄψα ὠνούμενον, νῦν δʼ ὀψωνάτωρα, ὡς Ξενοφῶν ἐν δευτέρῳ Ἀπομνημονευμάτων οὑτωσὶ λέγων· διάκονον δʼ ἂν καὶ ἀγοραστὴν τὸν τοιοῦτον ἐθέλοιμεν προῖκα λαβεῖν; παρὰ δὲ Μενάνδρῳ ἐστὶ κοινότερον ἐν Φανίῳ· φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής. ὀψώνην δʼ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς διὰ τούτων· ὡς οὑψώνης διατρίβειν ἡμῖν τἄριστον ἔοικε. παροψωνεῖν δʼ ἔφη Κρατῖνος ἐν Κλεοβουλίναις οὕτως ... παραγοράζειν δὲ Ἄλεξις ἐν Δρωπίδῃ εἰλέατροι δὲ καλοῦνται, ὥς φησι Πάμφιλος, οἱ ἐπὶ τὴν βασιλικὴν καλοῦντες τράπεζαν παρὰ τὸ ἐλεόν. Ἀρτεμίδωρος δʼ αὐτοὺς δειπνοκλήτορας ὀνομάζει.
Kaibel Dialogi Personae
AEMILIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License