DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
7

κἂν ταῦτα ποιῆθʼ, ὥσπερ φράζω, λαμπροῖς δείπνοις δεξόμεθʼ ὑμᾶς, οὐδὲν ὁμοίοις τοῖς Ἰφικράτους τοῖς ἐν Θρᾴκῃ· καίτοι φασὶν βουβαυκαλόσαυλα γενέσθαι· κατὰ τὴν ἀγορὰν μὲν ὑπεστρῶσθαι στρώμαθʼ ἁλουργῆ μέχρι τῆς ἄρκτου· δειπνεῖν δʼ ἄνδρας βουτυροφάγους, αὐχμηροκόμας μυριοπληθεῖς· τοὺς δὲ λέβητας χαλκοῦς εἶναι μείζους λάκκων δωδεκακλίνων· αὐτὸν δὲ Κότυν περιεζῶσθαι ζωμόν τε φέρειν ἐν χοὶ χρυσῇ καὶ γευόμενον τῶν κρατήρων πρότερον μεθύειν τῶν πινόντων. αὐλεῖν δʼ αὐτοῖς Ἀντιγενείδαν, Ἀργᾶν δʼ ᾄδειν καὶ κιθαρίζειν Κηφισόδοτον τὸν Ἀχαρνῆθεν· μέλπειν δʼ ᾠδαῖς τοτὲ μὲν Σπάρτην τὴν εὐρύχορον, τοτὲ δʼ αὖ Θήβας τὰς ἑπταπύλους, τὰς ἁρμονίας μεταβάλλοντας, φερνάς τε λαβεῖν δύο μὲν ξανθῶν ἵππων ἀγέλας αἰγῶν τʼ ἀγέλην χρυσοῦν τε σάκος .... φιάλην τε λεπαστὴν χιόνος τε πρόχουν κέρχνων τε χύτραν βολβῶν τε σιρὸν δωδεκάπηχυν καὶ πουλυπόδων ἑκατόμβην. ταῦτα μὲν οὕτως φασὶ ποιῆσαι Κότυν ἐν Θρᾴκῃ, γάμον Ἰφικράτει. τούτων δʼ ἔσται πολὺ σεμνότερον καὶ λαμπρότερον παρὰ δεσποσύνοις τοῖς ἡμετέροις. τί γὰρ ἐλλείπει δόμος ἡμέτερος, ποίων ἀγαθῶν; οὐ σμύρνης ἐκ Συρίας ὀδμαὶ λιβάνου τε πνοαί, τερενοχρῶτες μαζῶν ὄψεις, ἄρτων, ἀμύλων, πουλυποδείων, χολίκων, δημοῦ, φυσκῶν, ζωμοῦ, τεύτλων, θρίων, λεκίθου, σκορόδων, ἀφύης, σκόμβρων, ἐνθρυμματίδων, πτισάνης, ἀθάρης, κυάμων, λαθύρων, ὤχρων, δολίχων, μέλιτος, τυροῦ, χορίων, πυῶν, καρύων, χόνδρου, κάραβοι ὀπτοί, τευθίδες ὀπταί, κεστρεὺς ἑφθός, σηπίαι ἑφθαί, μύραινʼ ἑφθή, κωβιοὶ ἑφθοί, θυννίδες ὀπταί, φυκίδες ἑφθαί, βάτραχοι, πέρκαι, συνόδοντες, ὄνοι, βατίδες, ψῆτται, γαλεός, κόκκυξ, θρίσσαι, νάρκαι, ῥίνης τεμάχη, σχαδόνες, βότρυες, σῦκα, πλακοῦντες, μῆλα, κράνειαι, ῥόαι, ἕρπυλλος, μήκων, ἀχράδες, κνῆκος, ἐλᾶαι, στέμφυλʼ, ἄμητες, πράσα, γήτειον, κρόμμυα, φυστή, βολβοί, καυλοί, σίλφιον, ὄξος, μάραθʼ, ᾠά, φακῆ, τέττιγες, ὀποί, κάρδαμα, σήσαμα, κήρυκες, ἅλες, πίνναι, λεπάδες, μύες, ὄστρεια, κτένες, ὄρκυνες· καὶ πρὸς τούτοις ὀρνιθαρίων ἄφατον πλῆθος, νηττῶν, φαττῶν· χῆνες, στρουθοί, κίχλαι, κόρυδοι, κίτται, κύκνοι, πελεκάν, κίγκλοι, γέρανος Β. τουδὶ τοῦ χάσκοντος διατειναμένη διὰ τοῦ πρωκτοῦ καὶ τῶν πλευρῶν διακόψειεν τὸ μέτωπον. Α. οἶνοι δέ σοι, λευκός, γλυκύς, αὐθιγενής, ἡδύς, καπνίας.
Kaibel Index Scriptorum
ANAXANDRIDES

LYNCEVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Anaxandrides

Lynceus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License