DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
69

ΗΔΥΣΜΑΤΩΝ δὲ κατάλογον Ἄλεξις ἐποιήσατο ἐν Λέβητι οὕτως· ... μὴ προφάσεις ἐνταῦθά μοι, μηδʼ οὐκ ἔχω. Β. ἀλλὰ λέγʼ ὅτου δεῖ· λήψομαι γὰρ πάντʼ ἐγώ. Α. ὀρθῶς γε· πρῶτον μὲν λάβʼ ἐλθὼν σήσαμα. Β. ἀλλʼ ἔστιν ἔνδον. Α. ἀσταφίδα κεκομμένην, μάραθον, ἄνηθον, νᾶπυ, καυλόν, σίλφιον, κορίαννον αὖον, ῥοῦν, κύμινον, κάππαριν, ὀρίγανον, γήτειον, σκόροδον, θύμον, σφάκον, σίραιον, σέσελι, πήγανον, πράσον. ἐν δὲ Παννυχίδι Ἐρίθοις· μάγειρον δὲ ποιεῖ λέγοντα· κύκλῳ δεήσει περιτρέχειν με καὶ βοᾶν, ἄν του δέωμαι. δεῖπνον αἰτήσεις με σὺ ἤδη παρελθών· οὐκ ἔχων δὲ τυγχάνω οὐκ ὄξος, οὐκ ἄνηθον, οὐκ ὀρίγανον, οὐ θρῖον, οὐκ ἔλαιον, οὐκ ἀμυγδάλας, οὐ σκόροδον, οὐ σίραιον, οὐχὶ γήθυον, οὐ βολβόν, οὐ πῦρ, οὐ κύμινον, οὐχ ἅλας, οὐκ ᾠόν, οὐ ξύλʼ, οὐ σκάφην, οὐ τήγανον, οὐχ ἱμονιάν, οὐ λάκκον εἶδον, οὐ φρέαρ· οὐ στάμνος ἔστι· διακενῆς δʼ ἕστηκʼ ἐγὼ ἔχων μάχαιραν, προσέτι περιεζωσμένος. κἀν Πονήρᾳ· τῆς ὀριγάνου πρώτιστον ὑποθεὶς εἰς λοπάδα νεανικὴν τὸ τρίμμʼ ἐπιπολῆς εὐρύθμως διειμένον ὄξει σιραίῳ χρωματίσας καὶ σιλφίῳ πυκνῷ πατάξας. ἐπεσθίειν εἴρηκε Τηλεκλείδης Πρυτάνεσιν οὕτως· τυρίον ἐπεσθίοντα. ἐπιφαγεῖν δʼ Εὔπολις Ταξιάρχοις· ἐπιφαγεῖν μηδὲν ἄλλʼ κρόμμυον λέποντα καὶ τρεῖς ἁλμάδας. καὶ Ἀριστοφάνης Πλούτῳ· πρὸ τοῦ δʼ ὑπὸ τῆς πενίας ἅπαντʼ ἐπήσθιεν.
Kaibel Dialogi Personae
AEMILIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License