DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
68

ΜΑΓΕΙΡΙΚΑ δὲ ΣΚΕΥΗ καταριθμεῖται Ἀνάξιππος ἐν Κιθαρῳδῷ οὕτως· ζωμήρυσιν φέρʼ, οἶσʼ ὀβελίσκους δώδεκα, κρεάγραν, θυίαν, τυροκνῆστιν παιδικήν, στελεόν, σκαφίδας τρεῖς, δορίδα, κοπίδας τέτταρας. οὐ μὴ πρότερον οἴσεις, θεοῖσιν ἐχθρὲ σύ, τὸ λεβήτιον, τἀκ τοῦ νίτρου· πάλιν ὑστερεῖς; καὶ τὴν κύβηλιν τὴν ταγηνιστηρίαν. τὴν χύτραν δʼ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις κακκάβην εἴρηκεν οὕτως· τὴν κακκάβην γὰρ κᾶε τοῦ διδασκάλου. κἀν Δαιταλεῦσι· κἄγειν ἐκεῖθεν κακκάβην. Ἀντιφάνης δʼ ἐν Φιλοθηβαίῳ· πάντʼ ἔστιν ἡμῖν· τε γὰρ συνώνυμος τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία μιχθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης χλιαίνετʼ, αἴρεθʼ, ἕψεται, παφλάζεται. βατάνιον δʼ εἴρηκεν Ἀντιφάνης ἐν Εὐθυδίκῳ· ἔπειτα πουλύπους τετμημένος ἐν βατανίοισιν ἑφθός. Ἄλεξις ἐν Ἀσκληπιοκλείδῃ· οὕτως δʼ ὀψοποιεῖν εὐφυῶς περὶ τὴν Σικελίαν αὐτὸς ἔμαθον ὥστε τοὺς δειπνοῦντας εἰς τὰ βατάνιʼ ἐμβάλλειν ποιῶ ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς. πατάνιον δὲ διὰ τοῦ π Ἀντιφάνης ἐν Γάμῳ· πατάνια, σεῦτλον, σίλφιον, χύτρας, λύχνους, κορίαννα, κρόμμυʼ, ἅλας, ἔλαιον, τρυβλίον. Φιλέταιρος Οἰνοπίωνι· μάγειρος οὗτος Πατανίων προσελθέτω. καὶ πάλιν· πλείους Στρατονίκου τοὺς μαθητάς μοι δοκεῖ ἕξειν Πατανίων. ἐν δὲ Παρασίτῳ Ἀντιφάνης καὶ τάδε εἴρηκεν· ἄλλος ἐπὶ τούτῳ μέγας ἥξει τις ἰσοτράπεζος εὐγενής Β. τίνα λέγεις; Α. Καρύστου θρέμμα, γηγενής, ζέων Β. εἶτʼ οὐκ ἂν εἴποις; ὕπαγε. Α. κάκκαβον λέγω· σὺ δʼ ἴσως ἂν εἴποις λοπάδʼ. Β. ἐμοὶ δὲ τοὔνομα οἴει διαφέρειν, εἴτε κάκκαβόν τινες χαίρουσιν ὀνομάζοντες εἴτε σίττυβον; πλὴν ὅτι λέγεις ἀγγεῖον οἶδα. Εὔβουλος δʼ ἐν Ἴωνι καὶ βατάνια καὶ πατάνια λέγει ἐν τούτοις· τρυβλία δὲ καὶ βατάνια καὶ κακκάβια καὶ λοπάδια καὶ πατάνια πυκινὰ ταρβα καὶ οὐδʼ ἂν λέγων λέξαιμι.
Kaibel Dialogi Personae
AEMILIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License