DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
67

Διογένης δʼ Βαβυλώνιος ἐν τοῖς περὶ εὐγενείας τὸν Φωκίωνος υἱόν, φησί, Φῶκον οὐκ ἦν ὃς οὐκ ἐμίσει Ἀθηναίων. καὶ ὁπότε ἀπαντήσειέ τις αὐτῷ ἔλεγεν καταισχύνας τὸ γένος. πάντα γὰρ ἀνάλωσε τὰ πατρῷα εἰς ἀσωτίαν καὶ μετὰ ταῦτα ἐκολάκευε τὸν ἐπὶ τῆς Μουνιχίας· ἐφʼ πάλιν ὑπὸ πάντων ἐπερραπίζετο. ἐπιδόσεων δέ ποτε γινομένων παρελθὼν καὶ αὐτὸς εἰς τὴν ἐκκλησίαν ἔφη ἐπιδίδωμι κἀγώ, καὶ οἱ Ἀθηναῖοι ὁμοθυμαδὸν ἀνεβόησαν εἰς ἀκολασίαν. ἦν δʼ Φῶκος καὶ φιλοπότης. νικήσαντος γοῦν αὐτοῦ ἵπποις Παναθήναια ὡς πατὴρ εἱστία τοὺς ἑταίρους, συνελθόντων εἰς τὸ δεῖπνον λαμπρὰ μὲν ἦν παρασκευὴ καὶ τοῖς εἰσιοῦσι προσεφέροντο ποδονιπτῆρες οἴνου διʼ ἀρωμάτων. οὓς ἰδὼν πατὴρ καλέσας τὸν Φῶκον οὐ παύσεις, ἔφη, τὸν ἑταῖρον διαφθείροντά σου τὴν νίκην; οἶδα δὲ καὶ ἄλλους ἀσώτους πολλούς, περὶ ὧν ὑμῖν καταλείπω ζητεῖν, πλὴν Καλλίου τοῦ Ἱππονίκου, ὃν καὶ οἱ τῶν παίδων οἴδασι παιδαγωγοί. περὶ δὲ τῶν ἄλλων ὧν φθάνω προβεβληκὼς εἴ τι λέγειν ἔχετε, ἀναπεπταμένας ἔχω τῶν ὤτων τὰς πύλας. ὥστε λέγετε· ἐπιζητῶ γὰρ καὶ ὅπερ Μάγνος εἴρηκε τὸ ἐπεσθίειν καὶ τὸ ἐπιφαγεῖν. καὶ Αἰμιλιανὸς ἔφη· τὸ μὲν ἀσώτιον ἔχεις παρὰ Στράττιδι ἐν Χρυσίππῳ λέγοντι οὕτως· εἰ μηδὲ χέσαι γʼ αὐτῷ σχολὴ γενήσεται μηδʼ εἰς ἀσώτιον τραπέσθαι μηδʼ ἐὰν αὐτῷ ξυναντᾷ τις, λαλῆσαι μηδὲ ἕν.
Kaibel Dialogi Personae
AEMILIANVS
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License