DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
61

Πυθοδήλου δέ τινος ἀσώτου μνημονεύει Ἀξιόνικος ἐν Τυρρηνῷ οὕτως· Πυθόδηλος οὑτοσὶ Βαλλίων προσέρχετʼ ἐπικαλούμενος, μεθύουσά τʼ ἐξόπισθεν σοφωτάτη Ἀποτυμπανισχὰς κατὰ πόδας πορεύεται. Πολύευκτον δʼ Ἀναξανδρίδης ἐν Τηρεῖ κωμῳδῶν· ὄρνις κεκλήσῃ (φησί.) Β. διὰ τί, πρὸς τῆς Ἑστίας; πότερον καταφαγὼν τὴν πατρῴαν οὐσίαν, ὥσπερ Πολύευκτος καλός; Α. οὐ δῆτʼ, ἀλλʼ ὅτι ἄρρην ὑπὸ θηλειῶν κατεκόπης. Θεόπομπος δʼ ἐν τῇ δεκάτῃ τῶν Φιλιππικῶν, ἀφʼ ἧς τινες τὸ τελευταῖον μέρος χωρίσαντες, ἐν ἐστι τὰ περὶ τῶν Ἀθήνησι δημαγωγῶν, ... Εὔβουλόν φησι τὸν δημαγωγὸν ἄσωτον γενέσθαι. τῇ λέξει δὲ ταύτῃ ἐχρήσατο· καὶ τοσοῦτον ἀσωτίᾳ καὶ πλεονεξίᾳ διενήνοχε τοῦ δήμου τοῦ Ταραντίνων ὅσον μὲν περὶ τὰς ἑστιάσεις εἶχε μόνον ἀκρατῶς, δὲ τῶν Ἀθηναίων καὶ τὰς προσόδους καταμισθοφορῶν διατετέλεκε. Καλλίστρατος δέ, φησίν, Καλλικράτους δημαγωγὸς καὶ αὐτὸς πρὸς μὲν τὰς ἡδονὰς ἦν ἀκρατής, τῶν δὲ πολιτικῶν πραγμάτων ἦν ἐπιμελής. περὶ δὲ τῶν Ταραντίνων ἱστορῶν ἐν τῇ δευτέρα καὶ πεντηκοστῇ τῶν ἱστοριῶν γράφει οὕτως· πόλις τῶν Ταραντίνων σχεδὸν καθʼ ἕκαστον μῆνα βουθυτεῖ καὶ δημοσίας ἑστιάσεις ποιεῖται. τὸ δὲ τῶν ἰδιωτῶν πλῆθος αἰεὶ περὶ συνουσίας καὶ πότους ἐστί. λέγουσι δὲ καί τινα τοιοῦτον λόγον οἱ Ταραντῖνοι, τοὺς μὲν ἄλλους ἀνθρώπους διὰ τὸ φιλοπονεῖσθαι καὶ περὶ τὰς ἐργασίας διατρίβειν παρασκευάζεσθαι ζῆν, αὐτοὺς δὲ διὰ τὰς συνουσίας καὶ τὰς ἡδονὰς οὐ μέλλειν, ἀλλʼ ἤδη βιῶναι.
Kaibel Dialogi Personae
VLPIANVS

Meineke Index Scriptorum
Anaxandrides
Theopompus

Axionicus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License