DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
60

καὶ Κτήσιππος δʼ Χαβρίου υἱὸς εἰς τοσοῦτον ἦλθεν ἀσωτίας ὡς καὶ τοῦ μνήματος τοῦ πατρός, εἰς Ἀθηναῖοι χιλίας ἀνάλωσαν δραχμάς, τοὺς λίθους πωλῆσαι εἰς τὰς ἡδυπαθείας. Δίφιλος γοῦν ἐν τοῖς Ἐναγίζουσί φησι· εἰ μὴ συνήθης Φαιδίμῳ γʼ ἐτύγχανεν Χαβρίου Κτήσιππος, εἰσηγησάμην νόμον ἄν τινʼ οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ, ὥστʼ ἐπιτελεσθῆναί ποτʼ αὐτῷ τοῦ πατρὸς τὸ μνῆμα, κατʼ ἐνιαυτὸν ἕνα ... λίθον ἁμαξιαῖον. καὶ σφόδρʼ εὐτελὲς λέγω. Τιμοκλῆς δʼ ἐν Δημοσατύροις φησίν· οὐδʼ Χαβρίου Κτήσιππος ἔτι τρὶς κείρεται, ἐν ταῖς γυναιξὶ λαμπρός, οὐκ ἐν ἀνδράσιν. καὶ Μένανδρος δʼ ἐν Ὀργῇ περὶ αὐτοῦ τάδε λέγει· καίτοι νέος ποτʼ ἐγενόμην κἀγώ, γύναι· ἀλλʼ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας τότʼ, ἀλλὰ νῦν· οὐδὲ χλανίδʼ εἶχον, ἀλλὰ νῦν· οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν· καὶ βάψομαι καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι Κτήσιππος, οὐκ ἄνθρωπος, ἐν ὀλίγῳ χρόνῳ, κᾆθʼ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην. τάχʼ οὖν διὰ τὴν πολλὴν ταύτην ἀσωτίαν καὶ κιναιδίαν τοὔνομα αὐτοῦ παρέλιπε Δημοσθένης ἐν τῷ περὶ ἀτελειῶν χρὴ δὲ τοὺς τὰ πατρῷα κατεδηδοκότας κατὰ τὸν Μενάνδρου Ναύκληρον οὕτως κολάζεσθαι. φησὶν γάρ· φιλτάτη Γῆ μῆτερ, ὡς σεμνὸν σφόδρʼ εἶ τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τʼ ἄξιον. ὡς δῆτʼ ἐχρῆν εἴ τις πατρῴαν παραλαβὼν γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους καὶ μηδʼ ἐπιβαίνειν γῆς, ἵνʼ οὕτως ᾔσθετο οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License