DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
6

εἰς ταῦτα, ἑταῖρε Τιμόκρατες, ἀποβλέπων τίνι συγκρῖναι ἔχεις τῶν Ἑλληνικῶν δείπνων τὸ προκείμενον τοῦτο συμπόσιον; ὁπότε καὶ Ἀντιφάνης κωμῳδιοποιὸς ἐν Οἰνομάῳ Πέλοπι διαπαίζων ἔφη· τί δʼ ἂν Ἕλληνες μικροτράπεζοι, φυλλοτρῶγες δράσειαν; ὅπου τέτταρα λήψῃ κρέα μίκρʼ ὀβολοῦ. παρὰ δʼ ἡμετέροις προγόνοισιν ὅλους βοῦς ὤπτων, ὗς, ἐλάφους, ἄρνας· τὸ τελευταῖον δʼ μάγειρος ὅλον τέρας ὀπτήσας μεγάλῳ βασιλεῖ θερμὴν παρέθηκε κάμηλον. Ἀριστοφάνης δʼ ἐν Ἀχαρνεῦσι καὶ αὐτὸς τῶν βαρβάρων ἐμφανίζων τὴν μεγαλειότητά φησιν· ΠΡ. εἶτʼ ἐξένιζε παρετίθει θʼ ἡμῖν ὅλους ἐκ κριβάνου βοῦς. ΔΙΚ. καὶ τίς εἶδε πώποτε βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων. ΠΡ. καὶ ναὶ μὰ Δίʼ ὄρνιν τριπλάσιον Κλεωνύμου παρέθηκεν ἡμῖν· ὄνομα δʼ ἦν αὐτῷ φέναξ. Ἀναξανδρίδης δʼ ἐν Πρωτεσιλάῳ διασύρων τὸ τῶν Ἰφικράτους γάμων συμπόσιον, ὅτε ἤγετο τὴν Κότυος τοῦ Θρᾳκῶν βασιλέως θυγατέρα, φησί·
Kaibel Index Scriptorum
ANTIPHANES
ARISTOPHANES

ANAXANDRIDES
Kaibel Dialogi Personae
TIMOCRATI

Meineke Index Scriptorum
Antiphanes
Aristophanes

Anaxandrides

Alignment

 

Digital Athenaeus Project     Creative Commons License