DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
59

γελασάντων οὖν πάντων ἐπὶ τούτοις Οὐλπιανὸς ἔφη· πόθεν δὲ καὶ ἡδυλογία τοῖς ἡδονικοῖς τούτοις ἁμαρτολόγοις; πρὸς ὃν Κύνουλκος· ἀλλʼ, χοιρίον εὐάρτυτον, Φρύνιχος κωμῳδιοποιὸς ἐν τῷ Ἐφιάλτῃ μνημονεύει τοῦ ἡδυλόγου διὰ τούτων· ἐστὶν δʼ αὐτούς γε φυλάττεσθαι τῶν νῦν χαλεπώτατον ἔργον. ἔχουσι γάρ τι κέντρον ἐν τοῖς δακτύλοις, μισάνθρωπον ἄνθος ἥβης· εἶθʼ ἡδυλογοῦσιν ἅπασιν ἀεὶ κατὰ τὴν ἀγορὰν περιόντες. ἐπὶ τοῖς δὲ βάθροις ὅταν ὦσιν, ἐκεῖ τούτοις οἷς ἡδυλογοῦσι μεγάλας ἀμυχὰς καταμύξαντες καὶ συγκύψαντες ἅπαντας γελῶσι. τὸ δὲ χαριτογλωσσεῖν Αἰσχύλος εἴρηκεν ἐν Προμηθεῖ δεσμώτῃ· γνώσει δὲ τάδʼ ὡς ἔτυμʼ, οὐδὲ μάτην χαριτογλωσσεῖν ἔνι μοι. πάλιν τε εἰπόντος τοῦ Οὐλπιανοῦ· τίνα δʼ ἐστίν, ἄνδρες φίλοι, τὰ μαγειρικὰ σκεύη; τούτων γὰρ ἐμνημονεύσατʼ ἐν τοῖς Ἀρκαδικοῖς δείπνοις μνήμης ἠξιωμένων καὶ τὸ ἀσώτιον ποῦ κεῖται; ἀσώτους μὲν γὰρ οἶδα διαβοήτους· ἕνα μὲν οὗ μνημονεύει Ἄλεξις ἐν Κνιδίᾳ· Διόδωρος οὑπίτριπτος ἐν ἔτεσιν δύο σφαῖραν ἀπέδειξε τὴν πατρῴαν οὐσίαν· οὕτως ἰταμῶς ἅπαντα κατεμασήσατο. ἐν δὲ Φαίδρῳ φησί· σχολῇ γε, νὴ τὸν ἥλιον, σχολῇ λέγεις. Ἐπιχαρίδης μικρὸς ἐν πένθʼ ἡμέραις σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν· οὕτως συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ.
Kaibel Dialogi Personae
CYNVLCVS
VLPIANVS

Meineke Index Scriptorum
Aeschylus
Alexis
Phrynichus

Theopompus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License