DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
58

ταῦτα τοῦ Μάγνου ἑξῆς καταδραμόντος ἀποβλέψας Κύνουλκος εἰς τοὺς παρόντας τῶν φιλοσόφων ἔφη· εἶδες τὴν Θασίαν ἅλμην οἷ ἄττα βαύζει, ὡς εὖ καὶ ταχέως ἀπετίσατο καὶ παραχρῆμα. οὐ μέντοι παρὰ κωφὸν τυφλὸς ἔοικε λαλῆσαι, ὡς Κρατῖνος ἐν τοῖς Ἀρχιλόχοις ἔφη ἐπιλανθανόμενος γὰρ ἐν οἷς ποιεῖται δικαστηρίοις τῶν καλῶν ἰάμβων αὐτοῦ τὰς ἐπιδείξεις ὑπὸ τῆς ἐμφύτου γαστριμαργίας καὶ ἡδυλογίας κολάβρους ἀναγινώσκει καὶ μέλη πάραυλα κἀκρότητα κύμβαλα καὶ μετὰ τὰς καλὰς ταύτας ἀμουσολογίας περιέρχεται τὰς οἰκίας ἐξετάζων ὅπου δεῖπνα λαμπρὰ παρασκευάζεται, ὑπὲρ τὸν Ἀθηναῖον Χαιρεφῶντα ἐκεῖνον, περὶ οὗ φησιν Ἄλεξις ἐν Φυγάδι· αἰεί γʼ Χαιρεφῶν τινʼ εὑρίσκει τέχνην καινὴν πορίζεται τε τὰ δεῖπνʼ ἀσύμβολα. ὅπου γάρ ἐστιν κέραμος μισθώσιμος τοῖς μαγείροις, εὐθὺς ἐξ ἑωθινοῦ ἕστηκεν ἐλθών· κἂν ἴδῃ μισθούμενον εἰς ἑστίασιν, τοῦ μαγείρου πυθόμενος τὸν ἑστιῶντα, τῆς θύρας χασμωμένης ἂν ἐπιλάβηται, πρῶτος εἰσελήλυθεν. οὐκ ὀκνεῖ δʼ ἀνὴρ οὗτος, καθάπερ καὶ καλὸς Μάγνος, καὶ ὑπερορίους ἀποδημίας ποιεῖσθαι τῆς γαστρὸς χάριν, ὡς αὐτὸς Ἄλεξις εἴρηκεν ἐν Συναποθνῄσκουσιν· ἐπὶ δεῖπνον εἰς Κόρινθον ἐλθὼν Χαιρεφῶν ἄκλητος· ἤδη γὰρ πέτεται διαπόντιος· οὕτω τι τἀλλότριʼ ἐσθίειν ἐστὶ γλυκύ. καὶ Θεόπομπος δʼ ἐν Ὀδυσσεῖ ἔφη· Εὐριπίδου τἄρʼ ἐστὶν οὐ κακῶς ἔχον, τἀλλότρια δειπνεῖν τὸν καλῶς εὐδαίμονα
Kaibel Dialogi Personae
CYNVLCVS

MAGNVS
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License