DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
56

Ἀρχέστρατος δέ, Κύνουλκε, ὃν ἀντὶ τοῦ Ὁμήρου προσκυνεῖς διὰ τὴν γαστέρα ἧς οὐ λαμυρώτερον οὐδέν, Τίμων σου —, περὶ τοῦ κυνὸς τοῦ θαλαττίου ἱστορῶν γράφει καὶ ταῦτα· ἀλλʼ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα οὐδʼ ἔσθειν ἐθέλουσιν, ὅσοι κεπφαττελεβώδη ψυχὴν κέκτηνται θνητῶν εἰσίν τʼ ἀπόπληκτοι, ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος· ἅπας δὲ ἰχθὺς σάρκα φιλεῖ βροτέην, ἄν που περικύρσῃ· ὥστε πρέπει καθαρῶς ὁπόσοι τάδε μωρολογοῦσι τοῖς λαχάνοις προσάγειν καὶ πρὸς Διόδωρον ἰόντας τὸν σοφὸν ἐγκρατέως μετʼ ἐκείνου πυθαγορίζειν. ἦν δʼ Διόδωρος οὗτος τὸ μὲν γένος Ἀσπένδιος, Πυθαγορικὸς δὲ δόξας εἶναι ὑμῶν τῶν κυνικῶν τρόπον ἔζη, κομῶν καὶ ῥυπῶν καὶ ἀνυποδητῶν. ὅθεν καὶ Πυθαγορικὸν τὸ τῆς κόμης ἔδοξαν εἶναί τινες ἀπὸ τοῦ Διοδώρου προαχθέν, ὥς φησιν Ἕρμιππος. Τίμαιος δʼ Ταυρομενίτης ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν περὶ αὐτοῦ γράφει οὕτως· Διοδώρου τοῦ τὸ γένος Ἀσπενδίου τὴν ἐξηλλαγμένην εἰσαγαγόντος κατασκευὴν καὶ τοῖς Πυθαγορείοις πεπλησιακέναι προσποιηθέντος· πρὸς ὃν ἐπιστέλλων Στρατόνικος ἐκέλευσε τὸν ἀπαίροντα τὸ ῥηθὲν ἀπαγγεῖλαι τῷ περὶ θηροπέπλου μανίας ὕβρεώς τε περιστάσιμον στοὰν ἔχοντι Πυθαγόρου πελάτᾳ. Σωσικράτης δʼ ἐν τρίτῳ φιλοσόφων διαδοχῆς βαθεῖ πώγωνι χρήσασθαι τὸν Διόδωρον ἱστορεῖ καὶ τρίβωνα ἀναλαβεῖν κόμην τε φορῆσαι καὶ κατά τινα τῦφον τὴν ἐπιτήδευσιν ταύτην εἰσαγαγόντα, τῶν πρὸ αὐτοῦ Πυθαγορικῶν λαμπρᾷ τε ἐσθῆτι ἀμφιεννυμένων καὶ λουτροῖς καὶ ἀλείμμασι κουρᾷ τε τῇ συνήθει χρωμένων.
Kaibel Dialogi Personae
MAGNVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License