DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
55

Κτησίβιος δʼ Χαλκιδεὺς Μενεδήμου γνώριμος, ὥς φησιν Ἀντίγονος Καρύστιος ἐν τοῖς βίοις, ἐρωτηθεὶς ὑπό τινος τί περιγέγονεν ἐκ φιλοσοφίας αὐτῷ, ἔφη ἀσυμβόλῳ δειπνεῖν. διὸ καὶ Τίμων που πρὸς αὐτὸν ἔφη· δειπνομανές, νεβροῦ ὄμματʼ ἔχων, κραδίην δʼ ἀκύλιστον. ἦν δʼ εὔστοχος Κτησίβιος καὶ χαρίεις περὶ τὸ γελοῖον· διὸ καὶ πάντες αὐτὸν ἐπὶ τὰ συμπόσια παρεκάλουν· οὐχ ὥσπερ σύ, κυνικέ, μηδέποτε ταῖς Χάρισιν, ἀλλʼ οὐδὲ ταῖς Μούσαις θύσας. φυγοῦσα γοῦν σε καὶ τοὺς σοὶ παραπλησίους Ἀρετὴ Ἡδονῇ παρακάθηται, ὥς φησι Μνασάλκης Σικυώνιος ἐν ἐπιγράμμασιν· ἅδʼ ἐγὼ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαι Ἡδονῇ, αἰσχίστως κειραμένη πλοκάμους, θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἴπερ ἅπασιν κακόφρων Τέρψις κρεῖσσον ἐμοῦ κέκριται. Βάτων δʼ κωμικὸς ἐν Ἀνδροφόνῳ φησί· τῶν φιλοσόφων τοὺς σώφρονας ἐνταυθοῖ καλῶ, τοὺς ἀγαθὸν αὑτοῖς οὐ διδόντας οὐδὲ ἕν, τοὺς τὸν φρόνιμον ζητοῦντας ἐν τοῖς περιπάτοις καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα. ἄνθρωπʼ ἀλάστωρ, διὰ τί συμβολὰς ἔχων νήφεις; τί τηλικοῦτον ἀδικεῖς τοὺς θεούς; τί τἀργύριον, ἄνθρωπε, τιμιώτερον σαυτοῦ τέθεικας πέφυκε τῇ φύσει; ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ· τὸν γὰρ γεωργὸν καὶ τὸν ἔμπορον κακοῖς. ἐγὼ δὲ τὰς προσόδους μεθύων καλὰς ποῶ. ἔπειθʼ ἕωθεν περιάγεις τὴν λήκυθον καταμανθάνων τοὔλαιον, ὥστε περιφέρειν ὡρολόγιον δόξεις τι, οὐχὶ λήκυθον.
Kaibel Dialogi Personae
MAGNVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License