DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
53

τούτων δʼ ὑμεῖς, φιλόσοφοι, οὐδὲν ἀσκεῖτε, ἀλλὰ καὶ τὸ πάντων χαλεπώτατον λαλεῖτε περὶ ὧν οὐκ οἴδατε καὶ ὡς κοσμίως ἐσθίοντες ποιεῖτε τὴν ἔνθεσιν κατὰ τὸν ἥδιστον Ἀντιφάνη· οὗτος γὰρ ἐν Δραπεταγωγῷ λέγει· κοσμίως ποιῶν τὴν ἔνθεσιν μικρὰν μὲν ἐκ τοῦ πρόσθε, μεστὴν δʼ ἔνδοθεν τὴν χεῖρα, καθάπερ αἱ γυναῖκες, κατέφαγε πάμπολλα καὶ ταχύτατα, ἐξὸν κατὰ τὸν αὐτὸν τοῦτον ποιητὴν ἐν Βομβυλιῷ λέγοντα δραχμῆς ὠνήσασθαι τὰς προσφόρους ὑμῖν τροφάς, σκορόδια, τυρόν, κρόμμυα, κάππαριν ... ἅπαντα ταῦτʼ ἐστὶν δραχμῆς. Ἀριστοφῶν δʼ ἐν Πυθαγοριστῇ· πρὸς τῶν θεῶν, οἰόμεθα τοὺς πάλαι ποτὲ τοὺς Πυθαγοριστὰς γινομένους ὄντως ῥυπᾶν ἑκόντας φορεῖν τρίβωνας ἡδέως; οὐκ ἔστι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ· ἀλλʼ ἐξ ἀνάγκης, οὐκ ἔχοντες οὐδὲ ἕν, τῆς εὐτελείας πρόφασιν εὑρόντες καλὴν ὅρους ἔπηξαν τοῖς πένησι χρησίμους. ἐπεὶ παράθες αὐτοῖσιν ἰχθῦς κρέας, κἂν μὴ κατεσθίωσι καὶ τοὺς δακτύλους, ἐθέλω κρέμασθαι δεκάκις. οὐκ ἄκαιρον δʼ ἐστὶν μνημονεῦσαι καὶ τοῦ εἰς ὑμᾶς ποιηθέντος ἐπιγράμματος, ὅπερ παρέθετο Δελφὸς Ἡγήσανδρος ἐν ἕκτῳ ὑπομνημάτων· ὀφρυανασπασίδαι, ῥινεγκαταπηξιγένειοι, σακκογενειοτρόφοι καὶ λοπαδαρπαγίδαι, εἱματανωπερίβαλλοι, ἀνηλιποκαιβλεπέλαιοι, νυκτιλαθραιοφάγοι, νυκτιπαταιπλάγιοι, μειρακιεξαπάται καὶ συλλαβοπευσιλαληταί, δοξοματαιόσοφοι, ζηταρετησιάδαι.
Kaibel Dialogi Personae
MAGNVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License