DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
52

μετὰ παρρησίας γὰρ ἐρῶ πρὸς αὐτούς· εἰ αὐτάρκειαν ἀσπάζῃ, φιλόσοφε, τί οὐ τοὺς Πυθαγορικοὺς ἐκείνους ζηλοῖς, περὶ ὧν φησιν Ἀντιφάνης μὲν ἐν Μνήμασι τάδε· τῶν Πυθαγορικῶν δʼ ἔτυχον ἄθλιοί τινες ἐν τῇ χαράδρᾳ τρώγοντες ἅλιμα καὶ κακὰ τοιαῦτα συλλέγοντες ἐν τῷ κωρύκῳ. κἀν τῷ κυρίως Κωρύκῳ δʼ ἐπιγραφομένῳ φησί· πρῶτον μὲν ὥσπερ πυθαγορίζων ἐσθίει ἔμψυχον οὐδέν, τῆς δὲ πλείστης τοὐβολοῦ μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει. Ἄλεξις δʼ ἐν Ταραντίνοις· οἱ πυθαγορίζοντες γάρ, ὡς ἀκούομεν, οὔτʼ ὄψον ἐσθίουσιν οὔτʼ ἄλλʼ οὐδὲ ἓν ἔμψυχον, οἶνόν τʼ οὐχὶ πίνουσιν μόνοι. Β. Ἐπιχαρίδης μέντοι κύνας κατεσθίει, τῶν Πυθαγορείων εἷς. Α. ἀποκτείνας γέ που· οὐκ ἔτι γάρ ἐστʼ ἔμψυχον. προελθών τέ φησι· πυθαγορισμοὶ καὶ λόγοι λεπτοὶ διεσμιλευμέναι τε φροντίδες τρέφουσʼ ἐκείνους, τὰ δὲ καθʼ ἡμέραν τάδε· ἄρτος καθαρὸς εἷς ἑκατέρῳ, ποτήριον ὕδατος· τοσαῦτα ταῦτα. Β. δεσμωτηρίου λέγεις δίαιταν· πάντες οὕτως οἱ σοφοὶ διάγουσι καὶ τοιαῦτα κακοπαθοῦσί που; Α. τρυφῶσιν οὗτοι πρὸς ἑτέρους. ἆρʼ οἶσθʼ ὅτι Μελανιππίδης ἑταῖρός ἐστι καὶ Φάων καὶ Φυρόμαχος καὶ Φᾶνος, οἳ διʼ ἡμέρας δειπνοῦσι πέμπτης ἀλφίτων κοτύλην μίαν. καὶ ἐν Πυθαγοριζούσῃ· δʼ ἑστίασις ἰσχάδες καὶ στέμφυλα καὶ τυρὸς ἔσται· ταῦτα γὰρ θύειν νόμος τοῖς Πυθαγορείοις. Β. νὴ Δίʼ, ἱερεῖον μὲν οὖν ὁποῖον ἂν κάλλιστον, βέλτιστʼ, ἔχῃ. καὶ μετʼ ὀλίγα· ἔδει θʼ ὑπομεῖναι μικροσιτίαν, ῥύπον, ῥῖγος, σιωπήν, στυγνότητʼ, ἀλουσίαν.
Kaibel Index Scriptorum
ALEXIS
ANTIPHANES

SOPATER
Kaibel Dialogi Personae
MAGNVS

Meineke Index Scriptorum
Alexis
Antiphanes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License