DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
51

πρὸς ταῦτα καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος καὶ αὐτὸς ἔφη· ἄνδρες κύνες οἱ .... κατὰ τὴν Στράττιδος τοῦ κωμῳδιοποιοῦ Ἰοκάστην, ἥτις ἐν ταῖς ἐπιγραφομέναις Φοινίσσαις φησίν· παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν· ὅταν φακῆν ἕψητε, μὴ ʼπιχεῖν μύρον. καὶ Σώπατρος δέ, οὗ τὰ νῦν μέμνησαι, ἐν Νεκυίᾳ μνημονεύει οὕτως· Ἴθακος Ὀδυσσεύς, τοὐπὶ τῇ φακῇ μύρον, πάρεστι· θάρσει, θυμέ. Κλέαρχος δὲ ἀπὸ τοῦ περιπάτου ἐν τοῖς περὶ παροιμιῶν ὡς παροιμίαν ἀναγράφει τὸ ἐπὶ τῇ φακῇ μύρον, ἧς μέμνηται καὶ ἐμὸς προπάτωρ Οὐάρρων Μενίππειος ἐπικαλούμενος· καὶ οἱ πολλοὶ τῶν γραμματικῶν τῶν Ῥωμαικῶν οὐχ ὁμιλήσαντες πολλοῖς Ἑλληνικοῖς ποιηταῖς καὶ συγγραφεῦσιν οὐκ ἴσασιν ὅθεν εἴληφεν Οὐάρρων τὸ ἰαμβεῖον. σὺ δέ μοι δοκεῖς, Κύνουλκε (τούτῳ γὰρ χαίρεις τῷ ὀνόματι, οὐ λέγων ἐκ γενετῆς σε μήτηρ κέκληκε) κατὰ τὸν σὸν Τίμωνα εἶναί μοι καλός τε μέγας τε, οὐκ ἐπιστάμενος ὅτι κόγχος παρὰ προτέρῳ μνήμης τετύχηκεν Ἐπιχάρμῳ ἐν τᾷ Ἑορτᾷ καὶ Νάσοις Ἀντιφάνει τε τῷ κωμικῷ, ὃς ὑποκοριστικώτερον αὐτὸν ὠνόμασεν ἐν Γάμῳ οὕτως· κογχίον τε μικρὸν ἀλλᾶντός τε προστετμημένον. ἑξῆς ἁρπάσας τὸν λόγον Μάγνος μὲν πάντα ἄριστος, ἔφη, Λαρήνσιος ὀξέως καὶ καλῶς ἀπήντησε τῷ γάστριδι κυνὶ περὶ τοῦ κόγχου. ἐγὼ δὲ κατὰ τοὺς τοῦ Παφίου Σωπάτρου Γαλάτας, παρʼ οἷς ἔθος ἐστίν, ἡνίκʼ ἂν προτέρημά τι ἐν τοῖς πολέμοις λάβωσι, θύειν τοῖς θεοῖς τοὺς αἰχμαλώτους, τοὺς Γαλάτας μιμούμενος κἀγὼ κατακαύσειν ηὐξάμην τοῖς δαίμοσι διαλεκτικοὺς τρεῖς τῶν παρεγγεγραμμένων. καὶ μὴν φιλοσοφεῖν φιλολογεῖν τʼ ἀκηκοὼς ὑμᾶς ἐπιμελῶς καρτερεῖν θʼ αἱρουμένους, τὴν πεῖραν ὑμῖν λήψομαι τῶν δογμάτων, πρῶτον καπνίζων· εἶτʼ ἐὰν ὀπτωμένων ἴδω τινʼ ὑμῶν συσπάσαντα τὸ σκέλος, Ζηνωνικῷ πραθήσεθʼ οὗτος κυρίῳ ἐπʼ ἐξαγωγῇ, τὴν φρόνησιν ἀγνοῶν.
Kaibel Dialogi Personae
CYNVLCVS
LARENSIS
MAGNVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License