DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
5

τοῦ πότου δὴ προιόντος καὶ τῆς ὥρας ὑποσκιαζούσης ἀναπεταννύουσι τὸν οἶκον, ἐν κύκλῳ ὀθόναις διείληπτο πάντα λευκαῖς· καὶ ἀναπετασθεισῶν Ναΐδες ἐφάνησαν λάθρᾳ κατὰ μηχανὰς σχασθέντων τῶν φραγμάτων καὶ Ἔρωτες καὶ Ἀρτέμιδες καὶ Πᾶνες καὶ Ἑρμαῖ καὶ τοιαῦτα πολλὰ εἴδωλα ἀργυροῖς δᾳδουχοῦντα λαμπτῆρσι. θαυμαζόντων δʼ ἡμῶν τὴν τεχνιτείαν Ἐρυμάνθιοι τῷ ὄντι σύαγροι κατὰ πινάκων τετραγώνων χρυσομίτρων σιβύναις ἀργυραῖς διαπεπερονημένοι περιεφέροντο ἑκάστῳ. καὶ τὸ θαυμάσιον, ὅτι παρειμένοι καὶ καρηβαροῦντες ὑπὸ τῆς μέθης ὁπότε τι τῶν ἀγομένων θεασαίμεθα πάντες ἐξενήφομεν, ὀρθοὶ τὸ δὴ λεγόμενον ἀνιστάμενοι ἔναττον οὖν οἱ παῖδες εἰς τὰς εὐτυχεῖς σπυρίδας, ἕως ἐσάλπισε τὸ εἰωθὸς τοῦ τελευταίου δείπνου σημεῖον· οὕτω γὰρ τὸ Μακεδονικὸν οἶσθα ἔθος ἐν ταῖς πολυανθρώποις εὐωχίαις γινόμενον. καὶ Κάρανος ἄρξας πότου μικροῖς ἐκπώμασι περισοβεῖν ἐκέλευε τοῖς παισίν. ἐπίνομεν οὖν εὐμαρῶς ὥσπερ ἀντίδοτον ἐκ τῆς προτέρας ἀκρατοποσίας λαμβάνοντες. ἐν τούτῳ δὲ γελωτοποιὸς εἰσῆλθε Μανδρογένης, ἐκείνου Στράτωνος τοῦ Ἀττικοῦ, ὥς φασιν, ἀπόγονος καὶ πολλοὺς κατέρρηξεν ἡμῶν γέλωτας· καὶ μετὰ ταῦτα ὠρχεῖτο μετὰ τῆς γυναικὸς ἔτη οὔσης ὑπὲρ τὰ ὀγδοήκοντα. καὶ τελευταῖαι ἐπεισῆλθον ἐπιδόρπιαι τράπεζαι, τραγήματά τʼ ἐν πλεκτοῖς ἐλεφαντίνοις ἐπεδόθη πᾶσι καὶ πλακοῦντες ἕκαστα γένη, Κρητικῶν καὶ τῶν σῶν, ἑταῖρε Λυγκεῦ, Σαμιακῶν καὶ Ἀττικῶν αὐταῖς ταῖς ἰδίαις τῶν πεμμάτων θήκαις. μετὰ δὲ ταῦτα ἐξαναστάντες ἀπηλλαττόμεθα νήφοντες νὴ τοὺς θεοὺς διὰ τὸν φόβον τοῦ πλούτου ὃν ἐλάβομεν. σὺ δὲ μόνον ἐν Ἀθήναις μένων εὐδαιμονίζεις τὰς Θεοφράστου θέσεις ἀκούων, θύμα καὶ εὔζωμα καὶ τοὺς καλοὺς ἐσθίων στρεπτούς, Λήναια καὶ Χύτρους θεωρῶν. ἡμεῖς δʼ ἐκ τοῦ Καράνου δείπνου πλοῦτον ἀντὶ μερίδων εὐωχηθέντες νῦν ζητοῦμεν οἳ μὲν οἰκίας, οἳ δὲ ἀγρούς, οἳ δὲ ἀνδράποδʼ ὠνήσασθαι.
Kaibel Index Scriptorum
HIPPOLOCHVS
HOMERVS

Kaibel Dialogi Personae
Meineke Index Scriptorum

Alignment

 

Digital Athenaeus Project     Creative Commons License