DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
49

οὐκ ἦν γὰρ τοιοῦτος Καπανεὺς οἷον καλὸς Χρύσιππος διαγράφει ἐν τῷ περὶ τῶν μὴ διʼ αὑτὰ αἱρετῶν λέγων ὧδε· ἐπὶ τοσοῦτόν τινες ἐκπίπτουσι πρὸς τὸ φιλάργυρον ὥστε ἱστορῆσθαι πρὸς τῇ τελευτῇ τινα μὲν καταπιόντα οὐκ ὀλίγους χρυσοῦς ἀποθανεῖν, τὸν δὲ ἕτερον ῥαψάμενον εἴς τινα χιτῶνα καὶ ἐνδύντα αὐτὸν ἐπισκῆψαι τοῖς οἰκείοις θάψαι οὕτως μήτε καύσαντας μήτε θεραπεύσαντας. οὗτοι γὰρ καὶ οἱ τοιοῦτοι μονονουχὶ βοῶντες ἀποθνῄσκουσιν· χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς, ὡς οὔτε μήτηρ ἡδονὰς τοιάσδʼ ἔχει, οὐ παῖδες ἐν δόμοισιν, οὐ φίλος πατήρ, οἵας σὺ χοἰ σὲ δώμασιν κεκτημένοι. εἰ δʼ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ, οὐ θαῦμʼ Ἔρωτας μυρίους αὐτὴν ἔχειν. τοιαύτη τις ἦν φιλοχρηματία παρὰ τοῖς τότε· περὶ ἧς Ἀνάχαρσις πυνθανομένου τινὸς πρὸς τί οἱ Ἕλληνες χρῶνται τῷ ἀργυρίῳ εἶπεν πρὸς τὸ ἀριθμεῖν. Διογένης δʼ ἐν τῇ ἑαυτοῦ Πολιτείᾳ νόμισμα εἶναι νομοθετεῖ ἀστραγάλους. καλῶς γὰρ καὶ ταῦτα Εὐριπίδης εἴρηκε· μὴ πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν, ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο. Χρύσιππος δʼ ἐν τῇ Εἰσαγωγῇ τῇ εἰς τὴν περὶ ἀγαθῶν καὶ κακῶν πραγματείαν νεανίσκον φησί τινα ἐκ τῆς Ἰωνίας σφόδρα πλούσιον ἐπιδημῆσαι ταῖς Ἀθήναις πορφυρίδα ἠμφιεσμένον ἔχουσαν χρυσᾶ κράσπεδα. πυνθανομένου δέ τινος αὐτοῦ ποδαπός ἐστιν ἀποκρίνασθαι ὅτι πλούσιος. μήποτε τοῦ αὐτοῦ μνημονεύει καὶ Ἄλεξις ἐν Θηβαίοις λέγων ὧδε· ἐστὶν δὲ ποδαπὸς τὸ γένος οὗτος; Β. πλούσιος· τούτους δὲ πάντες φασὶν εὐγενεστάτους, πένητα δʼ εὐπάτριδʼ οὐδὲ εἷς ὁρᾷ.
Kaibel Index Scriptorum
CHRYSIPPVS
DIOGENES
EVRIPIDES

Kaibel Dialogi Personae
CYNVLCVS

Meineke Index Scriptorum
Alexis
Chrysippus
Diogenes
Euripides

Alignment

 

Digital Athenaeus Project     Creative Commons License