DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
48

ἐπὶ τούτοις γελάσαντος πάνυ ἔκλαμπρον τοῦ Πλουτάρχου οὐκ ἐνέγκας κύων παροραθεῖσαν τὴν περὶ τῆς φακῆς πολυμάθειαν ἀλλʼ ὑμεῖς γε, ἔφη, οἱ ἀπὸ τῆς καλῆς Ἀλεξανδρείας, Πλούταρχε, σύντροφοί ἐστε τῷ φακίνῳ βρώματι καὶ πᾶσα ὑμῶν πόλις πλήρης ἐστὶ φακίνων· ὧν καὶ Σώπατρος Φάκιος παρῳδὸς μέμνηται ἐν δράματι Βακχίδι λέγων οὕτως· οὐκ ἂν δυναίμην εἰσορῶν χαλκήλατον μέγαν κολοσσὸν φάκινον ἄρτον ἐσθίειν. ἐπεὶ τί δεῖ βροτοῖσι κατὰ τὸν σὸν Εὐριπίδην, γραμματικώτατε, πλὴν δυοῖν μόνον, Δήμητρος ἀκτῆς πώματός θʼ ὑδρηχόου; ἅπερ πάρεστι καὶ πέφυχʼ ἡμᾶς τρέφειν. ὧν οὐκ ἀπαρκεῖ πλησμονή· τρυφῇ γέ τοι ἄλλων ἐδεστῶν μηχανὰς θηρεύομεν. κἀν ἄλλοις δέ φησιν σκηνικὸς οὗτος φιλόσοφος· ἀρκεῖ μετρία βιοτά μοι σώφρονος τραπέζης, τὸ δʼ ἄκαιρον ἅπαν ... ὑπερβάλλον τε μὴ προσείμαν. καὶ Σωκράτης δʼ ἔλεγεν τῶν ἄλλων ἀνθρώπων διαφέρειν καθʼ ὅσον οἳ μὲν ζῶσιν ἵνʼ ἐσθίωσιν, αὐτὸς δʼ ἐσθίει ἵνα ζῇ. Διογένης τε πρὸς τοὺς ἐγκαλοῦντας αὐτῷ ἀποτριβομένῳ ἔλεγεν· εἴθʼ ἠδυνάμην καὶ τὴν γαστέρα τρίψας τῆς πείνης καὶ τῆς ἐνδείας παύσασθαι. δʼ Εὐριπίδης ἐν Ἱκέτισι περὶ τοῦ Καπανέως φησίν· Καπανεὺς ὅδʼ ἐστίν· βίος μὲν ἦν πολύς, ἥκιστα δʼ ὄλβῳ γαῦρος ἦν, φρόνημα δὲ οὐδέν τι μεῖζον εἶχεν πένης ἀνήρ, ψέγων τραπέζαις εἴ τις ἐξογκοῖτʼ ἄγαν, τἀρκοῦν ἐπαινῶν· οὐ γὰρ ἐν γαστρὸς βορᾷ τὸ χρηστὸν εἶναι, μέτρια δʼ ἐξαρκεῖν ἔφη.
Kaibel Dialogi Personae
CYNVLCVS

PLVTARCHVS
Meineke Index Scriptorum
Euripides

Lysimachus
Mnaseas
Sopater

Alignment

 

Digital Athenaeus Project     Creative Commons License