DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
47

τραγικὸν γὰρ φακῆ ʼστιν, Ἀρχάγαθος ἔφη ποτὲ γεγραφέναι ῥοφοῦντʼ Ὀρέστην τῆς νόσου πεπαυμένον, φησὶ Σώφιλος κωμῳδιοποιός στωικὸν δὲ δόγμα ἐστὶν ὅτι τε πάντα εὖ ποιήσει σοφὸς καὶ φακῆν φρονίμως ἀρτύσει. διὸ καὶ Τίμων Φλιάσιος ἔφη· καὶ Ζηνώνειόν γε φακῆν ἕψειν ὃς μὴ φρονίμως μεμάθηκεν, ὡς οὐκ ἄλλως δυναμένης ἑψηθῆναι φακῆς εἰ μὴ κατὰ τὴν Ζηνώνειον ὑφήγησιν, ὃς ἔφη· εἰς δὲ φακῆν ἔμβαλλε δυωδέκατον κοριάννου. καὶ Κράτης δʼ Θηβαῖος ἔλεγεν· μὴ πρὸ φακῆς λοπάδʼ αὔξων εἰς στάσιν ἄμμε βάλῃς, Χρύσιππός τε ἐν τῷ περὶ τοῦ καλοῦ γνώμας τινὰς ἡμῖν εἰσφέρων φησί· μηδέποτʼ ἐλαίαν ἔσθιʼ, ἀκαλήφην ἔχων. χειμῶνος ὥρᾳ βολβοφακῆν, βαβαί, βαβαί. βολβοφακῆ δʼ οἷον ἀμβροσίη ψύχους κρυόεντος. χαρίεις τε Ἀριστοφάνης ἐν Γηρυτάδῃ ἔφη· πτισάνην διδάσκεις αὐτὸν ἕψειν φακῆν. καὶ ἐν Ἀμφιαράῳ· ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς. Ἐπίχαρμος δʼ ἐν Διονύσοις· χύτρα δὲ φακέας ἥψετο. Ἀντιφάνης Ὁμοίαις· εὖ δʼ ἐγίνεθʼ, εἰ φακῆν ἕψειν μʼ ἐδίδασκε τῶν ἐπιχωρίων τις εἷς. οἶδα δὲ καὶ τὴν Ὀδυσσέως τοῦ φρονιμωτάτου καὶ συνετωτάτου ἀδελφὴν Φακῆν καλουμένην, ἣν ἄλλοι τινὲς Καλλιστὼ ὀνομάζουσιν, ὡς ἱστορεῖν Μνασέαν τὸν Πατρέα ἐν τρίτῳ Εὐρωπιακῶν φησιν Λυσίμαχος ἐν τρίτῳ Νόστων
Kaibel Dialogi Personae
CYNVLCVS

PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License