DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
46

(Θεόπομπος οὖν ἐν εʹ Φιλιππικῶν φησι· τὸ γὰρ ἐσθίειν πολλὰ καὶ κρεαφαγεῖν τοὺς μὲν λογισμοὺς ἐξαιρεῖ καὶ τὰς ψυχὰς ποιεῖται βραδυτέρας, ὀργῆς δὲ καὶ σκληρότητος καὶ πολλῆς σκαιότητος ἐμπίπλησι. καὶ θαυμάσιος δὲ Ξενοφῶν φησιν ὡς ἡδὺ μὲν μᾶζαν καὶ κάρδαμα φαγεῖν πεινῶντι, ἡδὺ δὲ ὕδωρ ἀρυσάμενον ἐκ ποταμοῦ διψῶντα πιεῖν. Σωκράτης δὲ καὶ πολλάκις κατελαμβάνετο διαπεριπατῶν ἑσπέρας βαθείας πρὸ τῆς οἰκίας καὶ πρὸς τοὺς πυνθανομένους τί τηνικάδε; ἔλεγεν ὄψον συνάγειν πρὸς τὸ δεῖπνον.) ἡμῖν δὲ αὐτάρκης μερὶς ἣν ἂν παρʼ ὑμῶν λάβωμεν, καὶ οὐ χαλεπαίνομεν ὡς ἔλαττον φερόμενοι, καθάπερ παρὰ Ἀντικλείδῃ Ἡρακλῆς. φησὶ γὰρ οὗτος ἐν τῷ βʹ τῶν Νόστων· μετὰ τὸ συντελέσαι τοὺς ἄθλους Ἡρακλέα Εὐρυσθέως θυσίαν τινὰ ἐπιτελοῦντος συμπαραληφθέντα καὶ τῶν τοῦ Εὐρυσθέως υἱῶν τὰς μερίδας ἑκάστῳ παρατιθέντων, τῷ δʼ Ἡρακλεῖ ταπεινοτέραν παραθέντων, Ἡρακλῆς ἀτιμάζεσθαι ὑπολαβὼν ἀπέκτεινε τρεῖς τῶν παίδων Περιμήδην, Εὐρύβιον, Εὐρύπυλον. οὐ τοιοῦτοι οὖν τὸν θυμὸν ἡμεῖς, εἰ καὶ πάντα Ἡρακλέους ζηλωταί.
Kaibel Dialogi Personae
CYNVLCVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License