DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
45

ἀλλʼ γε Παρμενίσκος οὕτως ὑπήρξατο· Παρμενίσκος Μόλπιδι χαίρειν. πλεονάζων ἐν ταῖς προσφωνήσεσι πρὸς σὲ περὶ τῶν ἐπιφανῶν κλήσεων ἀγωνιῶ μή ποτε εἰς πληθώραν ἐμπεσὼν μεμψιμοιρήσῃς. διὸ καὶ μεταδοῦναί σοι βούλομαι τοῦ παρὰ Κέβητι τῷ Κυζικηνῷ δείπνου· προπιὼν δʼ ὑσώπου τὴν ὤραν ἐπάναγε ἐπὶ τὴν ἑστίασιν. Διονυσίων γὰρ ὄντων Ἀθήνησι παρελήφθην πρὸς αὐτόν. κατέλαβον δὲ κυνικοὺς μὲν ἀνακειμένους ἕξ, ἕνα δὲ κύνουλκον Καρνεῖον τὸν Μεγαρικόν. τοῦ δείπνου δὲ χρονίζοντος λόγος ἐγένετο ποῖον τῶν ὑδάτων ἥδιστόν ἐστιν. καὶ τῶν μὲν ἐγκωμιαζόντων τὸ ἀπὸ τῆς Λέρνης, ἄλλων δὲ τὸ ἀπὸ τῆς Πειρήνης, Καρνεῖος κατὰ Φιλόξενον εἶπε τὸ κατὰ χειρῶν. καὶ τῆς τραπέζης παρατεθείσης ἐδειπνοῦμεν καὶ τὴν μὲν ἐξηντλοῦμεν φακῆν, δʼ ἐπεισέρρει εἶτα πάλιν φακοὶ προσηνέχθησαν ὄξει βεβρεγμένοι, καὶ Διιτρέφης δραξάμενος ἔφη· Ζεῦ, μὴ λάθοι σε τῶνδʼ ὃς αἴτιος φακῶν καὶ ἄλλος ἑξῆς ἀνεβόησε· φακός σε δαίμων καὶ φακὴ τύχη λάβοι. (ἐμοὶ δὲ κατὰ τὸν κωμικὸν Δίφιλον, φησὶν δʼ οὗτος ἐν Πελιάσι· τὸ δειπνάριον ἀνθηρὸν ἦν, γλαφυρὸν σφόδρα· φακῆς κατʼ ἄνδρα τρυβλίον μεστὸν μέγα. Β. πρώτιστον οὐκ ἀνθηρόν. Α. ἐπὶ ταύτῃ φέρων εἰς τὸ μέσον ἐπεχόρευσε σαπέρδης μέγας ὑπό τι δυσώδης οὗτος ηρος ἀνθίαν, ὃν πολλὰ ταῖς κίχλαις ἤδη λέγει.) γέλωτος οὖν ἐπιρραγέντος παρῆν θεατροτορύνη Μέλισσα καὶ κυνάμυια Νίκιον· αὗται δʼ ἦσαν τῶν οὐκ ἀσήμων ἑταιρίδων. ἀποβλέψασαι οὖν αὗται εἰς τὰ παρακείμενα καὶ θαυμάσασαι ἐγέλων. καὶ Νίκιον ἔφη· οὐδεὶς ὑμῶν, ἄνδρες γενειοσυλλεκτάδαι, ἰχθὺν ἐσθίει; καθάπερ πρόγονος ὑμῶν Μελέαγρος Γαδαρεὺς ἐν ταῖς Χάρισιν ἐπιγραφομέναις ἔφη τὸν Ὅμηρον Σύρον ὄντα τὸ γένος κατὰ τὰ πάτρια ἰχθύων ἀπεχομένους ποιῆσαι τοὺς Ἀχαιοὺς δαψιλείας πολλῆς οὔσης κατὰ τὸν Ἑλλήσποντον; μόνον ἀνέγνωτε συγγραμμάτων αὐτοῦ τὸ περιέχον λεκίθου καὶ φακῆς σύγκρισιν; ὁρῶ γὰρ πολλὴν παρʼ ὑμῖν τῆς φακῆς τὴν σκευήν· εἰς ἣν ἀποβλέπουσα συμβουλεύσαιμʼ ἂν ὑμῖν κατὰ τὸν Σωκρατικὸν Ἀντισθένην ἐξάγειν ἑαυτοὺς τοῦ βίου τοιαῦτα σιτουμένους. πρὸς ἣν Καρνεῖος ἔφη· Εὐξίθεος Πυθαγορικός, Νίκιον, ὥς φησι Κλέαρχος περιπατητικὸς ἐν δευτέρῳ βίων, ἔλεγεν ἐνδεδέσθαι τῷ σώματι καὶ τῷ δεῦρο βίῳ τὰς ἁπάντων ψυχὰς τιμωρίας χάριν, καὶ διείπασθαι τὸν θεὸν ὡς εἰ μὴ μενοῦσιν ἐπὶ τούτοις, ἕως ἂν ἑκὼν αὐτοὺς λύσῃ, πλείοσι καὶ μείζοσιν ἐμπεσοῦνται τότε λύμαις. διὸ πάντας εὐλαβουμένους τὴν τῶν κυρίων ἀνάτασιν φοβεῖσθαι τοῦ ζῆν ἑκόντας ἐκβῆναι μόνον τε τὸν ἐν τῷ γήρᾳ θάνατον ἀσπασίως προσίεσθαι, πεπεισμένους τὴν ἀπόλυσιν τῆς ψυχῆς μετὰ τῆς τῶν κυρίων γίγνεσθαι γνώμης. τούτοις τοῖς δόγμασιν ἡμεῖς πειθόμεθα. ὑμῖν δὲ φθόνος οὐδὲ εἷς ἑλέσθαι ἕν τι τῶν τριῶν ἔχειν κακῶν. οὐ γὰρ ἐπίστασθε, ταλαίπωροι, ὅτι αἱ βαρεῖαι αὗται τροφαὶ φράττουσι τὸ ἡγεμονικὸν καὶ οὐκ ἐῶσι τὴν φρόνησιν ἐν αὑτῇ εἶναι.
Kaibel Dialogi Personae
CYNVLCVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License