DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
44

καὶ Κύνουλκος ἀλλʼ ὡς ὤφελον, ἔφη, τὴν Θρᾴκιον ταύτην παίξας παιδιὰν διεφθάρης· ἀνέτεινες γὰρ ἡμᾶς ὥσπερ νηστείαν ἄγοντας καὶ περιμένοντας τὸ ἀνατέλλον ἄστρον, οὗ φασι μὴ φανέντος οἱ τὴν χρηστὴν ταύτην φιλοσοφίαν εὑρόντες νόμιμον εἶναι μηδενὸς γεύεσθαι. ἐγὼ δʼ τάλας κατὰ τὸν κωμῳδιοποιὸν Δίφιλον· κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας. ἐπελάθεσθε δὲ καὶ ὑμεῖς τῶν τοῦ ποιητοῦ καλῶν, ὃς ἔφη· οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι. καὶ καλὸς δʼ Ἀριστοφάνης ἐν Κωκάλῳ ἔφη· ἀλλʼ ἐστίν, πάτερ, κομιδῇ μεσημβρία, ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών. ἐμοί τε πολλῷ ἦν ἄμεινον κατὰ τὸ Παρμενίσκου τῶν κυνικῶν συμπόσιον δειπνεῖν ἐνθάδε πάντα ὥσπερ τοὺς πυρέσσοντας περιφερόμενα ὁρᾶν. γελασάντων δὲ ἡμῶν ἔφη τις· ἀλλʼ λῷστε ἀνδρῶν, μὴ φθονήσῃς ἡμῖν τὸ Παρμενίσκειον ἐκεῖνο διελθεῖν συμπόσιον. καὶ ὃς μετέωρον αὑτὸν παραναστήσας ἔφη· ὄμνυμι δʼ ὑμῖν, ἄνδρες, κατὰ τὸν ἡδὺν Ἀντιφάνη, ὃς ἐν τῇ Παρεκδιδομένῃ ἔφη· ὄμνυμι δʼ ὑμῖν, ἄνδρες, αὐτὸν τὸν θεόν, ἐξ οὗ τὸ μεθύειν πᾶσιν ἡμῖν γίνεται, μὴν ἑλέσθαι τοῦτον ἂν ζῆν τὸν βίον τὴν Σελεύκου τοῦ βασιλέως ὑπεροχήν. ῥοφεῖν φακῆν ἐσθʼ ἡδὺ μὴ δεδοικότα, μαλακῶς καθεύδειν ἄθλιον δεδοικότα.
Kaibel Dialogi Personae
CYNVLCVS
ANONYMI

PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License