DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
43

ταῦτʼ εἰπεῖν εἶχον, ἄνδρες φίλοι καὶ συμπόται τῶν Ἑλλήνων πολὺ πρῶτοι, περὶ ἀρχαίων συμποσίων ἐπιστάμενος. ἀκριβῶς δʼ σοφὸς Πλάτων ἐν τῷ πρώτῳ Νόμων περὶ συμποσίων διηγεῖται λέγων οὕτως· καὶ οὔτʼ ἂν ἐπʼ ἀγρῶν ἴδοις οὔτʼ ἐν ἄστεσιν ὅσων Σπαρτιάταις μέλει συμπόσια οὐδʼ ὁπόσα τούτοις ξυνεπόμενα πάσας ἡδονὰς κινεῖ κατὰ δύναμιν. οὐδʼ ἔστιν ὅστις ἂν ἀπαντῶν κωμάζοντί τινι μετὰ μέθης οὐκ ἂν τὴν μεγίστην δίκην εὐθὺς ἐπιθείη καὶ οὐδʼ ἂν Διονύσια πρόφασιν ἔχοντʼ αὐτὸν ῥύσαιτο, ὥσπερ ἐν ἁμάξαις εἶδον παρʼ ὑμῖν ἐγώ, καὶ ἐν Τάραντι δὲ παρὰ τοῖς ἡμετέροις ἀποίκοις πᾶσαν τὴν πόλιν ἐθεασάμην περὶ τὰ Διονύσια μεθύουσαν. ἐν Λακεδαίμονι οὐκ ἔστʼ οὐδὲν τοιοῦτον.
Kaibel Index Scriptorum
ARISTOPHANES
PLATO
INCERTI

Kaibel Dialogi Personae
PLVTARCHVS

CYNVLCVS
Meineke Index Scriptorum
Plato

Alignment

 

Digital Athenaeus Project     Creative Commons License