DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
33

Λυκέας δʼ ἐν τοῖς Αἰγυπτιακοῖς προκρίνων τὰ Αἰγυπτιακὰ δεῖπνα τῶν Περσικῶν Αἰγυπτίων ἐπιστρατευσάντων, φησίν, ἐπὶ Ὦχον τὸν Περσῶν βασιλέα καὶ νικηθέντων ἐπεὶ ἐγένετο αἰχμάλωτος τῶν Αἰγυπτίων βασιλεύς, Ὦχος αὐτὸν φιλανθρώπως ἄγων ἐκάλεσε καὶ ἐπὶ δεῖπνον. τῆς οὖν παρασκευῆς γενομένης λαμπρᾶς Αἰγύπτιος κατεγέλα ὡς εὐτελῶς τοῦ Πέρσου διαιτωμένου. εἰ δὲ θέλεις εἰδέναι, ἔφη, βασιλεῦ, πῶς δεῖ σιτεῖσθαι τοὺς εὐδαίμονας βασιλέας, ἐπίτρεψον τοῖς ἐμοῖς ποτε γενομένοις μαγείροις παρασκευάσαι σοι Αἰγύπτιον δεῖπνον. καὶ κελεύσαντος ἐπεὶ παρεσκευάσθη, ἡσθεὶς Ὦχος τῷ δείπνῳ κακὸν κακῶς σε, ἔφη, Αἰγύπτιε, ἀπολέσειαν οἱ θεοί, ὅστις δεῖπνα τοιαῦτα καταλιπὼν ἐπεθύμησας θοίνης εὐτελεστέρας. τίνα δʼ ἦν τὰ Αἰγύπτια δεῖπνα Πρωταγορίδης ἐν τῷ αʹ περὶ Δαφνικῶν ἀγώνων διδάσκει ἡμᾶς λέγων οὕτως· τρίτη δέ ἐστιν ἰδέα δείπνων Αἰγυπτιακὴ τραπεζῶν μὲν οὐ παρατιθεμένων, πινάκων δὲ περιφερομένων.
Kaibel Index Scriptorum
LYCEAS
PROTAGORIDES

PHYLARCHVS
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Protagorides

Lynceus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License