DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
30

εἰς ταῦτα ἔστιν ἀποβλέποντας τὰ ὑπὲρ ἡμᾶς ἀγαπᾶν τὴν Ἑλληνικὴν πενίαν, λαμβάνοντας πρὸ ὀφθαλμῶν καὶ τὰ παρὰ Θηβαίοις δεῖπνα, περὶ ὧν Κλείταρχος ἐν τῇ πρώτῃ τῶν περὶ Ἀλέξανδρον ἱστοριῶν, διηγούμενος καὶ ὅτι πᾶς αὐτῶν πλοῦτος ηὑρέθη μετὰ τὴν ὑπʼ Ἀλεξάνδρου τῆς πόλεως κατασκαφὴν ἐν ταλάντοις τετρακοσίοις τεσσαράκοντα, φησὶν ὅτι τε μικρόψυχοι ἦσαν καὶ τὰ περὶ τὴν τροφὴν λίχνοι, παρασκευάζοντες ἐν τοῖς δείπνοις θρῖα καὶ ἑψητοὺς καὶ ἀφύας καὶ ἐγκρασιχόλους καὶ ἀλλᾶντας καὶ σχελίδας καὶ ἔτνος· οἷσι Μαρδόνιον εἱστίασε μετὰ τῶν ἄλλων πεντήκοντα Περσῶν Ἀτταγῖνος Φρύνωνος, ὅν φησιν Ἡρόδοτος ἐν τῇ ἐνάτῃ μεγάλως πλούτῳ παρεσκευάσθαι. ἡγοῦμαι δʼ ὅτι οὐκ ἂν περιεγένοντο οὐδʼ ἂν ἐδέησε τοῖς Ἕλλησι περὶ Πλαταιὰς παρατάττεσθαι ἀπολωλόσιν ἤδη ὑπὸ τῶν τοιούτων τροφῶν.
Kaibel Index Scriptorum
CLITARCHVS

HARMODIVS
HECATAEVS
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Clitarchus
Harmodius
Hecataeus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License