DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
22

περὶ δὲ τῶν Κρητικῶν συσσιτίων Δωσιάδας ἱστορῶν ἐν τῇ δʹ τῶν Κρητικῶν γράφει οὕτως· οἱ δὲ Λύττιοι συνάγουσι μὲν τὰ κοινὰ συσσίτια οὕτως. ἕκαστος τῶν γινομένων καρπῶν ἀναφέρει τὴν δεκάτην εἰς τὴν ἑταιρίαν καὶ τὰς τῆς πόλεως προσόδους, ἃς διανέμουσιν οἱ προεστηκότες τῆς πόλεως εἰς τοὺς ἑκάστων οἴκους. τῶν δὲ δούλων ἕκαστος Αἰγιναῖον φέρει στατῆρα κατὰ κεφαλήν. διῄρηνται δʼ οἱ πολῖται πάντες καθʼ ἑταιρίας, καλοῦσι δὲ ταύτας ἀνδρεῖα. τὴν δὲ ἐπιμέλειαν ἔχει τοῦ συσσιτίου γυνὴ τρεῖς τέτταρας τῶν δημοτικῶν προσειληφυῖα πρὸς τὰς ὑπηρεσίας. ἑκάστῳ δʼ αὐτῶν ἀκολουθοῦσι δύο θεράποντες ξυλοφόροι· καλοῦσι δʼ αὐτοὺς καλοφόρους. εἰσὶ δὲ πανταχοῦ κατὰ τὴν Κρήτην οἶκοι δύο ταῖς συσσιτίαις, ὧν τὸν μὲν καλοῦσιν ἀνδρεῖον, τὸν δʼ ἄλλον ἐν τοὺς ξένους κοιμίζουσι κοιμητήριον προσαγορεύουσι. κατὰ δὲ τὸν συσσιτικὸν οἶκον πρῶτον μὲν κεῖνται δύο τράπεζαι ξενικαὶ καλούμεναι, αἷς προσκαθίζουσι τῶν ξένων οἱ παρόντες· ἑξῆς δʼ εἰσὶν αἱ τῶν ἄλλων. παρατίθεται δὲ τῶν παρόντων ἴσον μέρος ἑκάστῳ· τοῖς δὲ νεωτέροις ἥμισυ δίδοται κρέως, τῶν δʼ ἄλλων οὐθενὸς ἅπτονται. εἶτα ποτήριον ἐν ἑκάστῃ τραπέζῃ παρατίθεται κεκραμένον ὑδαρῶς· τοῦτο κοινῇ πάντες πίνουσιν οἱ κατὰ τὴν κοινὴν τράπεζαν, καὶ δειπνήσασιν ἄλλο παρατίθεται. τοῖς δὲ παισὶ κοινὸς κέκραται κρατήρ. τοῖς δὲ πρεσβυτέροις ἐὰν βούλωνται πλεῖον πιεῖν ἐξουσία δέδοται. ἀπὸ δὲ τῆς τραπέζης τὰ βέλτιστα τῶν παρακειμένων προεστηκυῖα τῆς συσσιτίας γυνὴ φανερῶς ἀφαιροῦσα παρατίθησι τοῖς κατὰ πόλεμον κατὰ σύνεσιν δεδοξασμένοις. ἀπὸ δὲ τοῦ δείπνου πρῶτον μὲν εἰώθασι βουλεύεσθαι περὶ τῶν κοινῶν, εἶτα μετὰ ταῦτα μέμνηνται τῶν κατὰ πόλεμον πράξεων καὶ τοὺς γενομένους ἄνδρας ἀγαθοὺς ἐπαινοῦσι, προτρεπόμενοι τοὺς νεωτέρους εἰς ἀνδραγαθίαν. Πυργίων δʼ ἐν τρίτῳ Κρητικῶν Νομίμων ἐν τοῖς συσσιτίοις, φησίν, οἱ Κρῆτες καθήμενοι συσσιτοῦσι· καὶ ὅτι ἀβαμβάκευστα τοῖς ὀφρανοῖς παρατίθεται· καὶ ὅτι οἱ νεώτατοι αὐτῶν ἐφεστᾶσι διακονοῦντες· καὶ ὅτι μετʼ εὐφημίας σπείσαντες τοῖς θεοῖς μερίζουσι τῶν παρατιθεμένων ἅπασι· ἀπονέμουσι δὲ καὶ τοῖς υἱοῖς κατὰ τὸν θᾶκον τὸν τοῦ πατρὸς ὑφιζάνουσιν ἐξ ἡμισείας τῶν τοῖς ἀνδράσι παρατιθεμένων. τοὺς δʼ ὀρφανοὺς ἰσομερεῖς εἶναι· παρατίθεται δʼ αὐτοῖς ἀβαμβάκευτα τῇ κράσει καθʼ ἕκαστα τῶν νενομισμένων. ἦσαν δὲ καὶ ξενικοὶ θᾶκοι καὶ τράπεζα τρίτη δεξιᾶς εἰσιόντων εἰς τὰ ἀνδρεῖα, ἣν Ξενίου τε Διὸς ξενίαν τε προσηγόρευον.
Kaibel Index Scriptorum
DOSIADAS
PYRGIO

HERODOTVS
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Pyrgion

Dosiades
Herodotus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License