DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
21

Κλεομένης δὲ πολὺ διενέγκας τῷ τε συνιδεῖν πράγματα καίτοι νέος ὢν ... καὶ κατὰ τὴν δίαιταν ἀφελέστατος γέγονεν. ἤδη γὰρ τηλικούτων πραγμάτων ἡγούμενος ἔμφασιν τοῖς παραλαμβανομένοις πρὸς τὴν θυσίαν ἐποίει, διότι τὰ παρὰ ἐκείνοις τῶν παρʼ αὐτὸν οὐδὲν καταδεέστερον εἴη παρασκευαζόμενα. πολλῶν δὲ πρεσβειῶν παραγινομένων πρὸς αὐτὸν οὐδέποτε ἐνωρίστερον τοῦ κατειθισμένου συνῆγεν καιροῦ πεντακλίνου τε διεστρώννυτο οὐδέποτε πλεῖον· ὅτε δὲ μὴ παρείη πρεσβεία, τρίκλινον. καὶ πρόσταγμα οὐκ ἐγίνετο διʼ ἐδεάτρου τίς εἵσεται καὶ κατακλιθήσεται πρῶτος, ἀλλʼ πρεσβύτατος ἡγεῖτο ἐπὶ τὰς κλίνας, εἰ μή τινʼ αὐτὸς προσκαλέσαιτο. κατελαμβάνετο δὲ ἐπὶ τὸ πολὺ μετὰ τοῦ ἀδελφοῦ κατακείμενος μετά τινος τῶν ἡλικιωτῶν. ἐπί τε τῷ τρίποδι ψυκτὴρ χαλκοῦς ἐπέκειτο καὶ κάδος καὶ σκαφίον ἀργυροῦν δύο κοτύλας χωροῦν καὶ κύαθος, δʼ ἐπίχυσις χαλκῆ. πιεῖν δὲ οὐ προσεφέρετο, εἰ μή τις αἰτήσειεν· ἐδίδοτο δὲ κύαθος εἷς πρὸ τοῦ δείπνου, αὐτῷ δὲ πολὺ πρώτῳ· καὶ ὅτε προσνεύσειεν ἐκεῖνος, οὕτως ᾔτουν καὶ οἱ λοιποί. τὰ δὲ παρατιθέμενα ἐπὶ μὲν τραπεζίου ἦν τοῦ τυχόντος, τὰ δὲ λοιπὰ ὥστε μήθʼ ὑπεραίρειν μήτʼ ἐλλείπειν, ἀλλʼ ἱκανὰ ἅπασι γίνεσθαι καὶ μὴ προσδεῖσθαι τοὺς παρόντας. οὔτε γὰρ οὕτως ᾤετο δεῖν ὥσπερ ἐν τοῖς φιδιτίοις δέχεσθαι ζωμῷ καὶ κρεᾳδίοις ἀφελῶς οὔτε πάλιν οὕτως ὑπερτείνειν ὡς εἰς τὸ μηθὲν δαπανᾶν, ὑπερβάλλοντα τὸ σύμμετρον τῆς διαίτης. τὸ μὲν γὰρ ἀνελεύθερον ἐνόμιζε, τὸ δʼ ὑπερήφανον. δʼ οἶνος ἦν μικρῷ βελτίων, ὅτε παρείησάν τινες. ἐπεὶ δὲ δειπνήσειαν, ἐσιώπων πάντες, τε παῖς ἐφειστήκει κεκραμένον ἔχων τὸ ποτὸν καὶ τῷ αἰτοῦντι προσέφερε. τὸν αὐτὸν δὲ τρόπον καὶ μετὰ τὸ δεῖπνον οὐ πλεῖον ἐδίδοτο δύο κυάθων καὶ τοῦτο προσνεύσαντι προσεφέρετο. ἀκρόαμα δὲ οὐδὲν οὐδέποτε παρεισεπορεύετο, διετέλει δʼ αὐτὸς προσομιλῶν πρὸς ἕκαστον καὶ πάντας ἐκκαλούμενος εἰς τὸ τὰ μὲν ἀκούειν, τὰ δὲ λέγειν αὐτούς, ὥστε τεθηρευμένους ἀποτρέχειν ἅπαντας. διακωμῳδῶν δʼ Ἀντιφάνης τὰ Λακωνικὰ δεῖπνα ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἄρχων φησὶν οὕτως· ἐν Λακεδαίμονι γέγονας· ἐκείνων τῶν νόμων μεθεκτέον ἐστίν. βάδιζʼ ἐπὶ δεῖπνον εἰς τὰ φιδίτια· ἀπόλαυε τοῦ ζωμοῦ, φόρει τοὺς βύστακας μὴ καταφρόνει μηδʼ ἕτερʼ ἐπιζήτει καλά· ἐν τοῖς δʼ ἐκείνων ἔθεσιν ἴσθʼ ἀρχαικός.
Kaibel Index Scriptorum
ANTIPHANES
PHYLARCHVS

DOSIADAS
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Antiphanes

Dosiades

Alignment

 

Digital Athenaeus Project     Creative Commons License